1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

28

τοῦ κατὰ αἱρέσεων βιβλίου εʹ. - Τὸ ἀπὸ τῆς κτίσεως ποτήριον, αἷμα ἰδικὸν ὡμολόγησεν, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ δευτέρου τῶν ἐν Γενέσει Ζητημάτων. -Οὐ θέμις τὰ ἱερὰ μυστήρια ἐκλαλεῖν ἀμυήτοις, ἄχρις ἂν καθαρθῶσι τελείᾳ καθάρσει. Ὁ γὰρ ἀνοργίαστος καὶ εὐχερὴς, ἀσώματον καὶ νοητὴν φύσιν ἀκούειν ἢ βλέπειν ἀδυνατῶν, ὑπὸ τῆς φανερᾶς ὄψεως ἀπατηθεὶς μωμηθήσεται. Τὰ ἀμώμητα τοῖς ἀμυήτοις ἐκλαλεῖν μυστήρια, καταλύοντός ἐστι τοὺς θεσμοὺς τῆς ἱερατικῆς τελετῆς. 96.528 Τοῦ αὐτοῦ. -Ἄτοπον, ἐν μὲν ταῖς πόλεσιν νόμον εἶναι, τοῦ μυστικὰ μυστήρια μὴ ἐξαγγεῖλαι τοῖς ἀμυήτοις, τὰς δὲ ἀληθεῖς τελετὰς, αἳ πρὸς εὐσέβειαν ἄγουσι καὶ ὁσιότητα, εἰς ὦτα μετὰ φλυαρίας ἐκρίπτειν. Οὐ πάντων κοινωνητέον πᾶσιν, οὔτε λόγων, οὔτε πραγμάτων, καὶ μάλιστα ἱερῶν. ∆εῖ τοῖς ἐφιεμένοις τῆς μετουσίας τούτων, πρῶτον μὲν, καὶ μέγιστον, καὶ ἀναγκαιότατον πρὸς τὸν ἕνα, καὶ ὄντως ὄντα Θεὸν εὐσέβειαν καὶ ὁσιότητα ἔχειν τὴν ἐπὶ τοῖς ἀγάλμασι, καὶ ξοάνοις, καὶ συνόλως ἀφιδρύμασι, τελεταῖς τε ἀτελέστοις, καὶ μυστηρίοις ἀνοργιάστοις ἀνήνυτον πλάνην ἀπωσαμένοις. ∆εύτερον δὲ, καθαρθῆναι τὰς ἁγνευούσας καθάρσεις, κατά τε σῶμα καὶ ψυχὴν, διὰ νόμων πατρίων καὶ ἠθῶν. Τρίτον, ἀξιόπιστον τοῦ συνασμενισμοῦ παρασχεῖν ἐνέχυρον, ἵνα μὴ τροφῆς μεταλαβόντες τῆς ἱερᾶς, ἀσώτων μειρακίων τρόπον ὑπὸ κόρου καὶ πλησμονῆς ἐναλλοιωθῶσιν, ἐμπαροινοῦντες οἷς οὐ θέμις. ΣΤΟΙΧΕΙΟΝ Κ. ΤΙΤΛ. Θʹ. -Περὶ κακοποιῶν. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ ζητουμένων. - Ἐντὸς φέρει τὸν ὄλεθρον ὁ τῇ κακίᾳ συζῶν, ἐπεὶ σύνοικον ἔχει τὴν ἐπίβουλον καὶ πολέμιον. Ἱκανὸς γὰρ πρὸς τιμωρίαν ἡ τοῦ φαύλου συνείδησις, οἴκοθεν ὡς ἐκ πληγῆς δειλίαν προτείνουσα τῇ ψυχῇ. Τοῦ αὐτοῦ. -Τοῦ φαύλου ὁ βίος ἐπίλυπος καὶ περιδεὴς, καὶ ὅσα κατὰ τὰς αἰσθήσεις ἐνεργεῖ, φόβοις καὶ ὀδύναις ἀνακέκραται. ΤΙΤΛ. Ιʹ. -Περὶ καρδίας πονηρᾶς, καὶ τῶν λογισμὸν ἄδικον ἐχόντων. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιζʹ κατὰ Ἰουλιανοῦ. -̓Αρχὴ, καὶ ῥίζα, καὶ οἷον πηγὴ, καὶ γέννησις τῶν ἐν ἡμῖν ἐστι παθῶν ἡ πρὸς κακίαν ὄρεξις, ἐπ' αὐτοῖς καλοῦσα τὸν νοῦν, καὶ καταγοητεύουσα μὲν ἐν ἀρχαῖς, βιαζομένη δὲ καὶ μετὰ τοῦτο, καὶ κατασείουσα, ἀβουλήτως ἔσθ' ὅτε. Καπνοῦ γὰρ δίκην, ἢ ὥσπερ τινὲς ἀτμοὶ τῶν ἐμφύτων ἡδονῶν ἀνίσχουσιν ἐν ὑμῖν τὰς ὀρέξεις· ἀλλ' ὁ μὲν σώφρων νεανίσκος ἐπιτιμᾷ τοῖς κινήμασι, καὶ περαιτέρω προελθεῖν οὐκ ἐᾷ. Ὃ καὶ ἀδρανὲς ὂν ἔτι, τὸ πάθος ἥττηται ῥᾳδίως. Ὁ δέ γε ῥᾴθυμος καὶ κατημελημένος εἰσδέχεται τὰς τῶν ἡδονῶν ἀρχὰς, ὡς ἐννοίας ἔτι ψιλάς· ἐπιτρέψας δὲ προελθεῖν εἰς πλάτος, δυσχερεστάτην εὑρήσει τὴν ἀντίστασιν. Ὁ γὰρ προαλοὺς καὶ προηττημένος, οὐ τῶν ἰδίων ἐστι θελημάτων ἔτι κύριος· ὑποκείσεται δὲ μᾶλλον καθάπερ βαρβάρῳ τῷ νικήσαντι πάθει. Ἐγκρατείας οὖν ὁ πανάριστος τρόπος, πρῶτός τε καὶ εὐκλεέστατος, τὸ μήτε προήκασθαι τὰς τοῦ πάθους ἀρχὰς, μήτε μὴν ἁλῶναι ταῖς ἐπιθυμίαις. ∆ευτέρα δὲ μετ' ἐκείνην ἐγκράτεια, καὶ ῥύπου μεστὴ, τὸ ἀπέχεσθαι θέλειν τῶν ἀποτελεσμάτων, προηρωτηκότος τοῦ νοῦ τῆς ἐπιθυμίας, καὶ τοῖς ἐντεῦθεν ἐνομιλήσαντος λογισμοῖς. Ἐπειδὴ καὶ κρεῖττον παρὰ πολὺ τὸ μηδὲ ὅλως ἐν ἀγγείῳ καθεῖ 96.529 ναι βόρβορον, ἤγουν πειρᾶσθαι καθαίρειν τὸ ἤδη μεμολυσμένον. ΤΙΤΛ. ΚΓʹ. -Περὶ τῶν τοῦ Θεοῦ κριμάτων. Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ῥώμης, ἐκ τῆς βʹ πρὸς Κορινθίους ἐπιστολῆς. -Μὴ ταρασσέτω τὴν καρδίαν ὑμῶν, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας, καὶ στενοχωρουμένους τοὺς τοῦ Θεοῦ δούλους. Οὐδεὶς γὰρ τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ' ἐκδέχεται αὐτόν. Εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ Θεὸς εὐθέως ἀπεδίδου, ἐμπορίαν ἠσκοῦμεν, καὶ οὐκ εὐσέβειαν. Ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ διὰ τὸ εὐσεβὲς, ἀλλὰ τὸ κερδάλεον διώκοντες. Τοῦ ἁγίου Τίτου, ἐκ τοῦ περὶ Προνοίας. -Οὐκ ἐχρῆν, ὡς ἔοικεν, βατὰ τοῖς πᾶσιν ὑπάρχειν τοῦ Θεοῦ τὰ τεκμήρια, καὶ τὸν ἄῤῥητον καὶ ἀκατάληπτον νοῦν πάντη γνώριμον εἶναι ἀνθρώποις· ὅπου γε καὶ βασιλέως ἀνθρώπου καὶ ἄρχοντός ἐστιν, ὅτι τὰ πλεῖστα τῶν βουλευμάτων κρύπτεται, ὡς καὶ τὸ πραττόμενον ἄδηλον εἶναι, ὅτῳ λόγῳ πράττεται. Οὐ τοίνυν