1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

5

πτωχούς. ΜΕʹ. Περὶ τῶν ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ πλεονεκτούντων καὶ ἀδικούντων. Μ ϛʹ. Περὶ ἐργολαβητῶν, καὶ εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς ἐμβαλλόντων. ΜΖʹ. Περὶ ἐπισκόπων χρηστῶν καὶ φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. ΜΗʹ. Περὶ ἐπισκόπων πονηρῶν, καὶ μὴ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. ΜΘʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων χρηστῶν, καὶ μισθίων χρηστῶν. Νʹ. Περὶ ἐκμισθουμένων, ἤτοι κυριέργων πονηρῶν. Στοιχεῖον Ζ. Αʹ. Περὶ τοῦ ἐπιζητεῖν τὸν Θεὸν, καὶ αὐτῷ ἕπεσθαι, καὶ ἀκολουθεῖν, καὶ πάντα ἐπὶ τῷ ὀνόματι αὐτοῦ διαπράττεσθαι. Βʹ. Περὶ ζώων ἀλόγων, φυσικῇ σοφίᾳ κεκοσμημένων. Γʹ. Περὶ ζήλου ἀγαθοῦ καὶ μιμήσεως χρηστῆς. ∆ʹ. Περὶ ζήλου καὶ μιμήσεως πονηρᾶς. Εʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων δικαίων. ϛʹ. Περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων ἀδίκων. Στοιχεῖον Η. Αʹ. Περὶ ἡμέρας ἀγαθῆς καὶ ἑορταστικῆς. Βʹ. Περὶ ἡμέρας σκληρᾶς καὶ θλιβερᾶς. Γʹ. Περὶ ἡμέρας καὶ νυκτός. ∆ʹ. Περὶ ἡμέρας ἐσχάτης, καὶ τοῦ ἀντιχρίστου. Στοιχεῖον Θ. Αʹ. Περὶ θρασέων καὶ ἀνδρείων. Βʹ. Περὶ θρασέων καὶ τολμηρῶν. Γʹ. Περὶ θεληματαρίων καὶ πεισματικῶν, καὶ αὐταρέσκων· ὅτι βαρὺ τὸ πάθος ∆ʹ. Περὶ τοῦ μὴ θαῤῥῆσαι, μηδὲ ἐμπιστεῦσαι ἑκάστῳ τὰ καθ' ἑαυτούς. Εʹ. Περὶ θείας μυσταγωγίας. ϛʹ. Περὶ θυσιῶν· καὶ ὅτι τὰς κιβδήλους θυσίας ὁ Θεὸς οὐ προσδέχεται. Ζʹ. Περὶ θείων λογίων· ὅτι χρὴ σπουδαίους εἶναι εἰς τὴν τούτων ἀκρόασιν. Ηʹ. Περὶ τῶν θείων, καὶ κατὰ Χριστὸν μυστηρίων. Θʹ. Περὶ θλιβομένων, καὶ φροντιζόντων, καὶ λύπης. Ιʹ. Περὶ θανάτου, καὶ τῆς ἐν τῷ ᾅδῃ καταστάσεως. ΙΑʹ. Περὶ θανόντων, καὶ πενθούντων· καὶ ὅτι οὐ δεῖ ἐπὶ τοῖς ἀπελθοῦσι πενθεῖν. ΙΒʹ. Περὶ θανάτου, καὶ φόβου ἐξ αὐτοῦ γινομένου. ΙΓʹ. Περὶ θαλάσσης. Ι∆ʹ. Περὶ θερισμοῦ καὶ τρυγητοῦ. ΙΕʹ. Περὶ θηρευτῶν. Ι ϛʹ. Περὶ θυγατρὸς σεμνῆς καὶ κοσμίας. ΙΖʹ. Περὶ θυγατρὸς ἀσέμνου καὶ ἀκόσμου. Στοιχεῖον Ι. Αʹ. Περὶ ἰσότητος· ὅτι ἰσότης φιλαδελφίας ἐστὶ 96.456 μήτηρ καὶ τροφὸς, ἔν τε τοῖς πνευματικοῖς, ἔν τε τοῖς σαρκικοῖς. Βʹ. Περὶ ἱματισμοῦ· καὶ ὅτι οὐ δεῖ ἱματισμῷ πολυτελεῖ κεχρῆσθαι. Γʹ. Περὶ ἰατρῶν καὶ ἰατρείας. ∆ʹ. Περὶ ἱερατικῶν, καὶ τῶν τῷ Θεῷ ἀνακειμένων· ὅτι οὐκ ἔξεστιν ἰδιωτεύοντα ἅπτεσθαι ἱερατικοῦ σκευῆς. Εʹ. Περὶ ἰσότητος· ὅτι ἴση παρὰ Θεῷ τάξις πλουσίου καὶ πένητος. Στοιχεῖον Κ. Αʹ. Περὶ τοῦ κόσμου, καὶ τῆς παρὰ Θεοῦ γενομένης παγκάλλου καὶ ποικίλης κτίσεως αὐτοῦ· καὶ ὅτι οὐδὲν αὐτόματον, ἢ αὐτοσχέδιον ἐν αὐτῷ, οὔτε ἐν ὁρατοῖς, οὔτε ἐν ἀοράτοις. Βʹ. Περὶ καιροῦ· ὅτι καιρὸς τῷ παντὶ πράγματι. Γʹ. Περὶ καρτερίας καὶ παραμονῆς· ὅτι ἀνυτικὸν τῶν ζητουμένων τὸ καρτερικόν. ∆ʹ. Περὶ κάλλους καὶ εὐπρεπείας σώματος· ὅτι οὐκ ἐν τούτοις, ἀλλ' ἐν τῇ τῆς ψυχῆς ὡραιότητι ὁ Θεὸς ἐπαναπαύεται. Εʹ. Περὶ καλλωπιζομένων· ὅτι βδέλυγμα παρὰ Κυρίῳ τοῦ σώματος καλλωπισμὸς, ὅτι ἑταιρικόν. ϛʹ. Περὶ κομπαζόντων καὶ φανταζομένων. Ζʹ. Περὶ καυχήσεως καὶ ἐπάρσεως· ὅτι ἐπιβλαβὲς τὸ πρᾶγμα. Χρῆναι γὰρ μὴ ἑαυτοῖς ἐπιγράφειν τὰ ὡς εἰκὸς κατωρθωμένα, ἀλλὰ τῷ αἰτίῳ, συνεργῷ τῶν ἀγαθῶν Θεῷ, καὶ αὐτῷ ἀναπέμπειν τὰ εὐχαριστήρια. Ηʹ. Περὶ κακοφρόνων καὶ κακοβούλων. Θʹ. Περὶ κακοποιῶν. Ιʹ. Περὶ κατηφείας καὶ σκυθρωπότητος. ΙΑʹ. Περὶ καλοηθῶν καὶ καταστάσεως τρόπων αὐτῶν. ΙΒʹ. Περὶ κακοηθῶν καὶ κακοτρόπων. ΙΓʹ. Περὶ καταλαλιᾶς καὶ διαβολῆς· ὅτι βαρύτατον τὸ πάθος, καὶ τῷ κεκτημένῳ, καὶ τῷ ἐπικοινωνοῦντι. Ι∆ʹ. Περὶ κωφῶν. ΙΕʹ. Περὶ καθαρᾶς καρδίας, καὶ τῶν συνειδὸς καθαρὸν ἐχόντων. Ι ϛʹ. Περὶ καρδίας πονηρᾶς, καὶ τῶν λογισμὸν ἄδικον ἐχόντων. ΙΖʹ. Περὶ κακουργῶν· ὅτι χρὴ τάχιστα κατὰ τὸν νόμον καταστέλλειν τούτους, πρὸς εἰρήνην καὶ εὐνομίαν τοῦ λαοῦ, καὶ ἀναχαιτισμοῦ τοῦ κακοῦ. ΙΗʹ. Περὶ τῶν καταφρονητικῶς περὶ τὴν σωτήριον τοῦ Κυρίου εἰς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διακειμένων μακροθυμίαν. ΙΘʹ. Περὶ κρείττονος· ὅτι οὐ δεῖ πρὸς κρείττονας φιλονεικεῖν. Κʹ. Περὶ τοῦ μὴ κρίνειν, καὶ κατακρίνειν, καὶ καταγινώσκειν ἀλλήλων, καὶ ψόγους παρατιθέναι. ΚΑʹ. Περὶ κλεπτῶν, καὶ τῶν συγκοινωνούντων αὐτοῖς. ΚΒʹ. Περὶ κινδύνων καὶ περιστάσεων· ὅτι χρὴ ἐκκλῖναι καὶ διαδράναι τὰς τούτων ἐπιδρομάς. ΚΓʹ. Περὶ κριμάτων Θεοῦ ἀνεκφράστων καὶ