1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

33

ἀκατασκεύαστος, χωρίον ὑπόγειον, ἐν ᾧ φῶς κόσμου οὐκ ἐπιλάμπει. Φωτὸς τοίνυν ἐν τούτῳ τῷ χωρίῳ μὴ καταλάμποντος, ἀνάγκη σκότος διηνεκῶς τυγχάνειν. Τοῦτο τὸ χωρίον ὡς φρούριον ἀπενεμήθη ψυχαῖς, ἐφ' ᾧ κατεστάθησαν ἄγγελοι 96.544 φρουροὶ, πρὸς τὰς ἑκάστου πράξεις διανέμοντες τὰς τῶν τόπων προσκαίρους κολάσεις. Ἐν τούτῳ δὲ τῷ χωρίῳ τόπος ἀφώρισταί τις λίμνης πυρὸς ἀσβέστου, ἐν ᾧ μὲν οὐδέπω τινὰ καταρερίφθαι ὑπειλήφαμεν, ἐσκευάσθαι δὲ εἰς τὴν προωρισμένην ἡμέραν παρὰ Θεοῦ, ἐν ᾗ δικαίας κρίσεως ἀπόφασις μία πᾶσιν ἀξίως προσενεχθῇ· καὶ οἱ μὲν ἄδικοι καὶ Θεῷ ἀπειθήσαντες, τά τε μάταια ἔργα χειρῶν ἀνθρώπων κατεσκευασμένα εἴδωλα, ὡς Θεὸν τιμήσαντες, ταύτης τῆς ἀϊδίου κολάσεως ὡς αἴτιοι μιασμάτων γενόμενοι προκριθῶσι· οἱ δὲ δίκαιοι τῆς ἀφθάρτου καὶ ἀνεκλείπτου βασιλείας τύχωσιν. Οἱ ἐν τῷ ᾅδῃ νῦν μὲν συνέχονται, ἀλλ' οὐ τῷ αὐτῷ τόπῳ, ὡς οἱ δίκαιοι. Μία γὰρ εἰς τοῦτο τὸ χωρίον κάθοδος, οὗ τῇ πύλῃ ἐφεστῶτα ἀρχάγγελον ἅμα στρατιᾷ πεπιστεύκαμεν, ἣν πύλην διελθόντες οἱ καταγόμενοι ὑπὸ τῶν ἐπὶ τὰς ψυχὰς τεταγμένων, οὐ μιᾷ ὁδῷ πορεύονται· ἀλλ' οἱ μὲν δίκαιοι εἰς δεξιὰ φωταγωγούμενοι, καὶ ὑπὸ τῶν ἐφεστώτων κατὰ τόπον ἀγγέλων ὑμνούμενοι, ἄγονται εἰς χωρίον φωτεινὸν, ἐν ᾧ οἱ ἀπ' ἀρχῆς δίκαιοι πολιτεύονται, οὐχ ὑπ' ἀνάγκης κρατούμενοι, ἀλλὰ τῆς τῶν ὁρωμένων ἀγαθῶν θεωρίας ἀεὶ ἀπολαύοντες, καὶ τῇ τῶν ἑκάστοτε καινῶν ὁρωμένων προσδοκίᾳ ἡδόμενοι, κἀκεῖνα τούτων βελτίονα ἡγούμενοι, οὗ ὁ τόπος οὐ καματηφόρος γίνεται. Οὐ καύσων, οὐ κρύος, οὐ τρίβολος ἐν αὐτῷ, ἀλλ' ἡ τῶν Πατέρων δικαίων ὁρωμένη ὄψις πάντοτε μειδιᾷ, ἀναμενόντων τὴν μετὰ τοῦτο τὸ χωρίον ἀνάπαυσιν, καὶ αἰωνίαν ἀναβίωσιν ἐν οὐρανῷ. Τούτῳ δὲ ὄνομα κικλήσκομεν, κόλπον Ἀβραάμ. Οἱ δὲ ἄδικοι εἰς ἀριστερὰ ἕλκονται ὑπὸ ἀγγέλων κολαστῶν, οὐκέτι ἑκουσίως πορευόμενοι, ἀλλὰ μετὰ βίας ὡς δέσμιοι ἑλκόμενοι· οἷς οἱ ἐφεστῶτες ἄγγελοι, ἐπιγελῶντες διαπέμπονται, ἐπονειδίζοντες, καὶ φοβερῷ ὄμματι ἐπαπειλοῦντες, εἰς τὰ κατώτερα μέρη ὠθοῦντες, οὓς ἀγομένους ἕλκουσιν οἱ ἐφεστῶτες ἕως πλησίον τῆς γεέννης. Οἱ ἐγγίονες ὄντες, τοῦ μὲν βρασμοῦ ἀδιαλέπτως ἐπακούουσι, καὶ τοῦ τῆς θερμῆς ἀτμοῦ οὐκ ἀμοιροῦσιν· αὐτῆς δὲ τῆς ἐγγίονος ὄψεως τὴν φοβερὰν καὶ ὑπερβαλλόντως ξανθὴν θέαν τοῦ πυρὸς ὁρῶντες καταπεπλήγασι, τῇ προσδοκίᾳ τῆς μελλούσης κρίσεως ἤδη κολαζόμενοι. Ἀλλὰ καὶ οὗτοι τὸν τῶν δικαίων χῶρον, καὶ τοὺς δικαίους ὁρῶσι, καὶ ἐπ' αὐτῷ τούτῳ κολαζόμενοι. Χάος γὰρ βαθὺ καὶ μέγα ἀνάμεσον ἐστήρικται, ὡς μήτε δίκαιον συμπαθήσαντα προσδέξασθαι, μήτε ἄδικον τολμήσαντα διελθεῖν. Οὗτος ὁ περὶ ᾅδου λόγος, ἐν ᾧ αἱ ψυχαὶ πάντων κατέχονται μέχρι καιροῦ, ὃν ὁ Θεὸς ὥρισεν, ἀνάστασιν τότε πάντων ποιησόμενος, οὐ ψυχὰς μετενσωματῶν, ἀλλ' αὐτὰ τὰ σώματα ἀνιστῶν, ἃ λελυμένα ὁρῶντες, εἰ ἀπιστεῖτε, Ἕλληνες, μάθετε μὴ ἀπιστεῖν. Τὴν γὰρ ψυχὴν γενητὴν καὶ ἀθάνατον ὑπὸ Θεοῦ γεγονέναι πιστεύσαντες, κατὰ τὸν Πλάτωνος λόγον, χρόνῳ, μὴ ἀπιστήσητε, ὡς καὶ τὸ σῶμα ἐκ τῶν αὐτῶν στοιχείων γενόμενον, δύνατος ὁ Θεὸς ἀναβιώσας ἀθάνατον ποιεῖν.