1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

15

Μανιχαίων λόγου αʹ. -Πῶς οὖν, φῆς, ἀναστήσεται τὸ σῶμα; Εἰ σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐ τοίνυν ἐστὶ, φασὶν, νεκρῶν ἀνάστασις. Οὔτε τοῖς ἀνωτέρω διὰ πλειόνων λεχθεῖσι τὸν νοῦν οὐ παρέχουσιν, ἀλλ' 96.488 ὥσπερ τινὲς ἐν διαμοναῖς πραγμάτων ἀδικωτάτων, τὸ ἑαυτοῖς προσφιλὲς εἰς τὴν ὑπόνοιαν τῆς σφετέρας ἀσεβείας, οὐ τὸ δίκαιον αἱροῦνται. Οὐκ ἔστι σὰρξ ἐμπαθὴς ἀνισταμένη, φησὶν ὁ Ἀπόστολος, οὐδὲ παχὺ σῶμα αὖθις μετὰ τῶν παθῶν πολιτεύεται. ∆ιὸ ἐπάγει σαφῆ ἑρμηνείαν τῆς ἐπαπορήσεως· Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ὥστε μεταβολὴν ἕξομεν οἱ σωθησόμενοι ἐπί τινα κρείττονα σωμάτων κατάστασιν. Καὶ σῶμα μὲν ἔσται τὸ ἐκ μεταβολῆς διδόμενον ἡμῖν, οὐκέτι δὲ σὰρξ καὶ αἷμα ἀσθενείᾳ συμπεπλεγμένα. Οὐ γὰρ εἴ τι σῶμα, πάντως καὶ σάρξ. Ἥλιος γοῦν, καὶ σελήνη, καὶ πᾶς ὁ οὐράνιος, χορὸς, σῶμα μὲν καθόλου τυγχάνει, σὰρξ δὲ οὐδαμῶς. Τοιαύτην τινὰ ἰδέαν λήψεται τὸ ἀνιστάμενον σῶμα, ὥστε τὰς τῶν ἁγίων ψυχὰς συνοικήσειν σώματι λοιπὸν, οὐκέτι γε τροφῆς δεομένῳ σαρκικῆς, οὐκέτι δὲ ἡδοναῖς τε, καὶ λύπαις, καὶ ἀλγηδόσι περιπίπτοντι, ἀλλ' εὖ μάλα ὁμοδόξῳ τῇ ψυχῇ προσάπαν τὴν ἔνθεον λατρείαν μηδέποτε ἀνατείνοντι, πεπαυμένων τῶν ἀγωνισμάτων, καὶ πρὸς ἀνάπαυλαν τῆς ψυχῆς ἀνακεχωρηκυίας δόγματι Θεοῦ. Ἐπὶ δὲ τούτοις σαφηνίζει ἅπαντα τὸν λόγον, καὶ τὸν τρόπον τῆς ἀναστάσεως ἐξηγεῖται λέγων, ὅτι ∆εῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Ἀληθὲς ἂν εἴη τό· Ἡ φθορὰ τὴν ἀφθαρσίαν οὐ κληρονομεῖ. Εἰ μὲν γάρ τις τοῦτο ἔλεγεν, ὅτι ἡ σὰρξ ἅμα τοῖς ἐμφύτοις πάθεσιν αὖθις ἀναστᾶσα ζήσεται, τὰ αὐτὰ πάσχουσά τε, καὶ δρῶσα ἅμα τῇ ψυχῇ, ἦν ἂν ἄλογος οὐκ ἔχουσα ἀγαθὴν ἐλπίδα. Εἰ δὲ μεταβολὴν αὐτὸ δὴ τοῦτο λαμβάνει κρείττονος καὶ μακαρίας ἕξεως, ὅπερ δεικτικῶς σημαίνει, φάσκων· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· δικαία μὲν τοῦ συγκαμόντος ἐργαλείου τῇ ψυχῇ ἡ ἀπόδοσις, οὐκ ἐπιζήμιος δὲ καὶ ἔτι ἐπίπονος ταύτῃ. Ἀλλ' ἐν τῷ μακαρίῳ ταύτας ἔσεσθαι τῶν σωζομένων τὰς ψυχὰς, ἀπειληφυίας μὲν τὸ σύμφυτον αὐταῖς σῶμα, οὐ μέντοι βαρὺ, καὶ γεῶδες, καὶ σαρκικῆς ἐπιθυμίας γέμον, καθάπερ τὴν ἀρχὴν, ὅτε δὴ προσῆκον ἦν τῷ ἀγῶνι τῆς ἀρετῆς ἐνευδοκιμῆσαι ταύταις. Ἀδικία γὰρ, εἰ μὴ τὸ συμπονῆσαν τῇ ψυχῇ σῶμα κατὰ τήνδε τὴν πολιτείαν, ἀποδῴη συναπόλαυσιν αὐτῇ τῶν ἐπάθλων. Ἀντιπάτρου Βόστρων, ἐκ τῆς κατὰ τῶν βλασφημιῶν τοῦ δυσωνύμου Ὠριγένους πραγματείας ἐν κεφαλ. ιεʹ. -Τὴν τῶν ὁρωμένων ἁπάντων διάκρισιν, ἀπὸ σχημάτων ἢ χρωμάτων ἐπιγινώσκειν καὶ διακρίνειν οἱ τῆς φύσεως, οἵ τε τῆς διδασκαλίας παραδεδώκασι νόμοι. Ὅθεν ἀκούοντές τινων ἐν ὑποστάσει θεωρουμένων, καὶ ἀκριβῶς γινωσκομένων, εὐθὺς ἀναπλάττομεν τῇ διανοίᾳ καὶ μὴ παρόντα, 96.489 καὶ τότε σχῆμα, καὶ εἶδος τυπούμενοι, ἐπιγινώσκομεν τὸ σημανθὲν, καὶ πάλιν ὁρῶντες τὸ σχῆμα, γνωρίζομεν καὶ διακρίνομεν τί τὸ ὁραθὲν, ἐκ μόνου τοῦ σχήματος· ὅτι ἀληθῶς τοῦτο καὶ ἀπλανῶς θεωροῦμεν, κἂν ἢ γραφῇ, ἢ πλάσει τυγχάνῃ, ἐκ τοῦ σχήματος γινώσκομεν, ὅπερ καλέσομεν· οὕτως ἀκούσαντες ἥλιον, γινώσκομεν, καὶ τὸ σχῆμα, καὶ τὴν ἐνέργειαν· καὶ οὐρανὸν δὲ ὁμοίως, καί τι τῶν ζώων, ἢ φυτῶν, ἢ σπερμάτων, ἔκ τε σχήματος, ἔκ τε χρώματος διαγινώσκομεν. Οὕτως ἐκ τῶν σχημάτων πᾶσαν γραμμὴν διακρίνομεν, καὶ οὐκ ἄν ποτε ἀκούσαντες τρίγωνον, τετράγωνον ἔγνωμεν, ἐπεὶ οὐκ ἂν τρίγωνον ἔγνωμεν· οὐδὲ τὸ ἄλφα, βῆτα ὀνομάζομεν, ἢ ἕτερόν τι· ἐπεὶ οὐκ ἂν εἴη ἄλφα. Καὶ οὗτος καθόλου κανὼν παρὰ ἀνθρώποις ἀσάλευτος, μέχρις οὗ ἐν τῷ ἰδίῳ σχήματι μένει τι, ἐκεῖνο εἶναι λέγεται, ὅπερ σημαίνεται. Εἰ δὲ τὸ σχῆμα, καὶ μάλιστα μετὰ τῆς ἐνεργείας, ἀμείψει, οὐκ ἔτι ἂν εἴη ἐκεῖνο ὃ λέγεται, ἀλλ' ἕτερον παρ' ἐκεῖνο. Οὕτω ποῦ καὶ ὁ ἄνθρωπος, μέχρι τότε ἄνθρωπος λέγεται κυρίως, ἕως ἐν τοῖς ἰδίοις ὅροις τοῦ σχήματος μένει· εἰ δὲ τὸ σχῆμα ὅπερ ἐξ ἀρχῆς εἴληφε, μεταβάλλει, ἄλλοτι, οὐκ ἄνθρωπος κυρίως λεχθήσεται.