1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

12

τὸ μὴ πάσχειν τέχνην ποιούμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν ἀσκούμενοι, ΤΙΤΛ. ΜΖʹ. -Περὶ τοῦ ἄφευκτον εἶναι τὸν Θεὸν καὶ ἀπερίγραπτον· καὶ ὅτι πάντα περιδέδρακται, καὶ ἐφορᾷ, καὶ οὐδὲν αὐτῷ λέληθεν. Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας. -Ὁ Θεὸς τὰ πάντα πληροῖ, ὑπ' οὐδενὸς περιοριζόμενος. Ὁ γὰρ ὑπὸ τόπου μὴ περιοριζόμενος, πάντως ἐν παντὶ τόπῳ, κατὰ τὴν τοῦ ∆αβὶδ ὑμνολογίαν, ἔσται. Εἰ γὰρ ἔξω λέγοιτο τόπου τινὸς, ἀνάγκη περιορίζεσθαι αὐτὸν ὑπ' ἐκείνου, οὗπερ στηρίσκεται. Ὅλος οὖν ἐν παντὶ γενόμενος, οὐδαμῶς ἐξ ἑτέρων εἰς ἑτέρους μεθίσταται τόπους, τὰ πάντα πληρῶν. Τοῦ ἁγίου ∆ιαδόχου. -Τὰ μηδέπω ὄντα ὡς παρόντα μόνος ὁ Θεὸς καθορᾷ. Εἰ ἐν εἴδει ἦν ἡ θεία ἐκείνη καὶ ἄφραστος φύσις, οὐκ ἂν τὰ μηδέπω ὄντα ἐθεώρει ὡς ὄντα. Τοῦ αὐτοῦ. -Μόνου τοῦ ἐνανθρωπήσαντος Θεοῦ Λόγου ὑπάρχει ἴδιον, τοῦ καὶ τῇ γῇ ταύτῃ φαινομένου ἀφαντάστως, καὶ τῶν οὐρανῶν μὴ ἀπολειπομένου, ἀλλὰ πάντα ὡς ἀεὶ περιέχοντος διὰ τὸ τῆς θείας φύσεως ἀπερίγραπτον· ἥκιστα δὲ καὶ ἄγγελοι. Ἐν ᾧ γὰρ χρόνῳ ἐν τῷ κόσμῳ ἀποστελλόμενοι ὦσιν, οὐ δυνατὸν εἶναι αὐτοὺς ἐν τῷ αὐτῷ τόπῳ, καὶ ὑπεράνω τοῦ οὐρανοῦ. Εἰρηναίου, ἐκ τοῦ τετάρτου ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Ἅπαντα μέτρῳ, κ. τ. ε. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ Ζητημάτων. -Περιέχει τὰ πάντα ὑπ' οὐδενὸς περιεχόμενος. Ὡς γὰρ ὁ τόπος περιεκτικὸς σωμάτων ἐστὶ καὶ καταφυγὴ, οὕτω καὶ ὁ θεῖος Λόγος περιέχει τὰ ὅλα καὶ πεπλήρωκεν. ΤΙΤΛ. ΜΗʹ. -Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν καὶ τὰ ἔργα αὐτοῦ. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Ἐδίδαξεν ἡμᾶς ὁ Κύριος, κ. τ. ε. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. -Ὁ ὑγιὴς νοῦς καὶ ἀκίνδυνος, κ. τ. ε Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιηʹ τῶν κατὰ Ἰουλιανοῦ. -∆εῖν οἶμαι τὰ ὑπὲρ ἡμᾶς ἀβασανίστῳ τῇ πίστει τιμᾷν. Ἀσθενεῖ γάρ πως ἀνθρώπινος νοῦς, εἴς γε τὸ δύνασθαι συνιέναι πάντα. Τοῦ ἁγίου ∆ιονυσίου Ἀλεξανδρείας, περὶ φύσεως. -Οὐχ ἁπλῶς τῶν μεριστῶν τοῦ κόσμου, καὶ τῶν ὑπ' αὐτὸν, καὶ τοῦ ἀριθμοῦ τοῦ αἰῶνος, ἀλλὰ πάντων καὶ τῶν ἐλαχίστων ἄπειρος, ἀτέλεστος τῶν ἐν ἀνθρώποις ἡ γνῶσις. Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας, ἐκ τοῦ περὶ ψυχῆς. -Οὐ νόμων καὶ χρόνων ῥηταῖς τὸ Θεῖον ὑπόκειται περιγραφαῖς. Ἀθηνοδώρου. -Ἄλλη μὲν τοῖς ἐκκεκαθαρμένοις παντελῶς τὴν διάνοιαν ἁρμόζει θεολογία, ἡ μά 96.480 λιστα ἀληθής. Ἄλλη δὲ τοῖς πολλοῖς ἡ δυναμένη τὴν διάνοιαν αὐτῶν εἰς εὐσέβειαν ἐκκαλεῖσθαι καὶ δικαιοπραγίαν, ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ ἀπαλλάττουσα τοῦ θηριώδους βίου. ΤΙΤΛ. ΜΘʹ. -Περὶ ἀγάπης καὶ φόβου πρὸς Θεόν· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. Τοῦ ἁγίου Κλήμεντος ἐπισκόπου Ῥώμης. - Αὐταρκὴς εἰς σωτηρίαν ἡ εἰς Θεὸν ἀνθρώπου ἀγάπη. Εὐγνωμοσύνης γάρ ἐστι τὸ πρὸς τὸν τοῦ εἶναι ἡμᾶς αἴτιον ἀποσώζειν στοργὴν, ὑφ' ἧς καὶ εἰς δεύτερον καὶ ἀγήρω αἰῶνα διασωζόμεθα. Τοῦ αὐτοῦ. -Ἐπείρασεν ὁ Θεὸς τὸν Ἀβραὰμ, οὐκ ἀγνοῶν τίς ἦν, ἀλλ' ἵνα τοῖς μετὰ ταῦτα δείξῃ, καὶ μὴ κρύψῃ τὸν τοιοῦτον, καὶ διεγείρῃ εἰς μίμησιν τῆς ἐκείνου πίστεως καὶ ὑπομονῆς, καὶ πείσῃ, καὶ τέκνων στοργῆς ἀμελεῖν πρὸς ἐκπλήρωσιν θείου προστάγματος. Ὅθεν ἔγγραφον περὶ αὐτοῦ ἱστορίαν γενέσθαι ᾠκονόμησεν. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων εʹ λόγου. -Ὅσα τὴν πρὸς Θεὸν τηρεῖ φιλίαν, κ. τ. ε. Σευηριανοῦ ἐπισκόπου Γαβάλων, ἐκ τοῦ περὶ αἱρετικῶν. -Ἀρχὴ σωτηρίας ἀνθρώπων ὁ τοῦ Θεοῦ φόβος, καὶ ῥίζα πάντων ἡμῖν ἀγαθῶν ὁ τοῦ Θεοῦ νόμος. Οὔτε δὲ Θεὸς ἄνευ φόβου, οὔτε φόβος ἄνευ νόμου. Ὁ μὲν γὰρ νόμος τῶν ἐπιτεταγμένων ὑπηρέτην ἔχει τὸν φόβου· ὁ δὲ φόβος τῶν προτεταγμένων δικαστὴν ἔχει τὸν νόμον· ὁ μὲν οὖν φόβῳ τῷ νόμῳ προσερχόμενος καὶ τῷ τὸν νόμον διδόντι Θεῷ, ἁγίοις ἐμπολιτεύεται, καὶ ὁσίοις συναναστρέφεται. Ὁ δὲ κατατολμῶν τοῦ θείου λόγου, οὔτε τῆς χάριτος ἀξιοῦται, ἀλλὰ καὶ τῆς εὐσεβείας ἐκβάλλεται. ΤΙΤΛ. ΝΑʹ. -Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλογεῖν, ἢ δικαιολογεῖσθαι πρὸς αὐτὸν, ἢ πολλὰ ῥήματα περὶ αὐτοῦ λέγειν. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ