1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

9

Περὶ τῶν μὴ φυλαττόντων τὴν ἑαυτῶν γλῶσσαν. Ιʹ. Περὶ φλυαρῶν. ΙΑʹ. Περὶ φορῶν δημοσίων· ὅτι θείᾳ κρίσει ἐπὶ κοινῇ σωτηρίᾳ ἐτάχθησαν, ὅπως ἐκ κοινοῦ ἐράνου σύστασιν ἔχῃ τὸ πολιτικόν. ∆ιὸ καὶ εὐσεβεῖς εἰσφοραὶ ἀνηγορεύθησαν. ΙΒʹ. Περὶ φιλανθρωπίας, καὶ ἀγαθότητος, καὶ μακροθυμίας, καὶ πραότητος Θεοῦ· καὶ ὅτι κρεῖσσον ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀνθρώπων. ΙΓʹ. Περὶ φυσικῶν. Ι∆ʹ. Περὶ φιλέργων καὶ σπουδαίων· ὅτι χρὴ ποιεῖν· ὠφέλειαν γὰρ ἔχει. ΙΕʹ. Περὶ φίλων χρηστῶν. Ιʹ. Περὶ φίλων μοχθηρῶν. ΙΖʹ. Περὶ φιλοτιμουμένων καὶ μεταδοτικῶν· καὶ ὅτι ἡ φιλοτιμία σωτηρίαν προξενεῖ. ΙΗʹ. Περὶ φειδωλῶν, καὶ ἀμεταδότων, καὶ κνιπῶν· καὶ ὅτι κινδύνοις περιπίπτουσιν οἱ τοιοῦτοι. ΙΘʹ. Περὶ φιλαδελφίας. Στοιχεῖον Χ. Α. Περὶ χαρίσματος· ὅτι χρὴ σπουδάζειν διὰ τῆς καλλίστης ἀναστροφῆς χάριν ἔχειν πρὸς Θεὸν, καὶ πρὸς πάντας οἰκοδομήν. Βʹ. Περὶ χρημάτων, καὶ τῆς περὶ ταῦτα σπουδῆς. Γʹ. Περὶ χαρᾶς καὶ θυμηδίας. ∆ʹ. Περὶ χαρισμάτων καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι βίῳ σεμνῷ ἀντιδίδονται παρὰ τοῦ ἁγίου Πνεύματος. Εʹ. Περὶ χαλεπῶν καὶ ἀνοσίων πράξεων. ʹ. Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. 96.468 Ζʹ. Περὶ τοῦ, ὅτι χρὴ Θεὸν φοβεῖσθαι μᾶλλον, ἢ τοὺς ἀνθρώπους, καὶ αὐτῷ ἐν πᾶσι πειθαρχεῖν. Στοιχεῖον Ψ. Αʹ. Περὶ ψυχῆς καὶ νοῦ. Βʹ. Περὶ ψόγου. Γʹ. Περὶ ψιθυρισμοῦ καὶ ψιθυριστῶν. ∆ʹ. Περὶ ψεύδους καὶ συκοφαντίας. Στοιχεῖον Ω. Περὶ ὥρας θανάτου· ὅτι ἡ πρὸς τὴν θείαν καὶ σωτήριον ἐντολὴν παρακοὴ τῆς κατὰ χάριν τοῦ ∆ημιουργοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἀπεστέρησεν ἡμᾶς, καὶ τῷ μόχθῳ παρέδωκε καὶ θανάτῳ. ΣΤΟΙΧΕΙΟΝ Α. ΤΙΤΛ. Αʹ. -Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατασκευῆς. Εἰρηναίου ἐκ τῶν κατὰ αἱρέσεων ἐλέγχων τῆς ψευδωνύμου γνώσεως. - Ἐν τοῖς πρόσθεν χρόνοις ἐλέγομεν, κ. τ. ε. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βοστρῶν. - Ῥητέον τοίνυν, ὅτι πρὸς τοῦ δημιουργήσαντος ὁ ἄνθρωπος εἰς τὸν βίον παρήχθη, ἐμπορευσόμενος ἕτερον οὐδὲν, ἢ μόνον εὐσέβειαν καὶ ἀρετήν. Ταῦτα γὰρ κτησάμενος, καλῶς ἂν διανήξαιτο τόνδε τὸν βίον· ἀμελήσας δὲ τούτων, χαλεπῶς ἂν διαβαπτισθείη πλανώμενος. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δ' ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Πάντα συνέστηκεν, κ. τ. ε. ΤΙΤΛ. Βʹ. -Περὶ τοῦ ἀνθρώπου· ὅτι αὐτεξούσιον αὐτὸν πεποίηκεν ὁ Θεὸς, καὶ ἡγεμόνα τῶν ἐπιγείων ἁπάντων. Τοῦ ἁγίου Ἰγνατίου. -Τέλειοι ὄντες, τέλεια φρονεῖτε. Θέλουσι γὰρ ἡμῖν εὖ πράττειν, Θεὸς ἕτοιμος εἰς τὸ παρέχειν. Τοῦ ἁγίου Ἀντιπάτρου Βοστρῶν. -Ἀΐδιος οὐσία τροπῆς ἀποσκίασμα παθεῖν οὐκ ἀνέχεται. Οὔτε γὰρ δύναται. Τὸ γὰρ ἅπαξ, καὶ μὴ παρ' ἑτέρου ἔχον τὸ εἶναι, μήτε ἐξ αὐτομάτου πως γεγονὸς, τοῦτο γενέσθαι, ἢ μετασκευασθῆναι, ἢ μετατραπῆναι ἀδύνατον. Ἐπειδὴ ἀποθέσθαι τὸ εἶναι ὅπερ ἐστὶ κατὰ φύσιν ἀδύνατον· ὃ γὰρ οὐκ ἔλαβεν, οὐκ ἀποτίθεται, καὶ ὃ ὕστερον οὐκ ἔσχεν, οὐκ ἀποβάλλεται· ἀλλ' ἡ ἀΐδιος οὐσία, ἢ μόνος ἐστὶ Θεὸς, τουτέστι Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ἦν τε καὶ ἔστι, καὶ ἔσται, τροπὴν, ἢ μεταβολὴν, ἢ ἀλλοίωσιν οὐκ ἐπιδεχομένη. ΤΙΤΛ. Γʹ. -Περὶ τοῦ ἀνθρώπου· ὅτι ἐπ' ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ κατὰ θείαν δωρεὰν πρὸς τοῦ Θεοῦ διεπλάσθη, ἐντολῆς θείας δηλαδὴ φυλαττούσης τὴν χάριν. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ κατὰ αἱρέσεων ἐλέγχου, καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Τί τὸ κωλύον τὴν σάρκα, κ. τ. ε. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει ζητουμένων. -Τί ἐστιν, ἕως τοῦ ἐπιστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης; Οὐ γὰρ ἐκ γῆς διεπλάσθη μόνον ὁ ἄνθρω 96.469 πος, ἀλλὰ καὶ θείου πνεύματος. Ἐπειδὴ δὲ οὐ διέμεινεν ἀδιάστροφος, προστάξεως θείας ἠλόγηκε, καὶ τοῦ κρείττονος μέρους ἀποτεμνόμενος οὐρανομίμητον πολιτείαν, ὅλον ἑαυτὸν προσένειμε τῇ γῇ. Εἰ μὲν γὰρ ἀρετῆς, ἥτις ἀθανατίζει, ἐραστὴς ἐγένετο, πάντως ἂν ἐλάμβανε κλῆρον τὸν οὐρανόν· ἐπειδὴ δὲ ἡδονὴν ἐζήτησε, δι' ἧς ψυχικὸς θάνατος ἐπιγίνεται, τῇ γῇ προσενεμήθη. ΤΙΤΛ. ∆ʹ. -Περὶ τοῦ Ἀδάμ· ὅτι σοφώτατος, καὶ διορατικὸς, καὶ προφήτης ὑπῆρχε πρὸ τῆς παρακοῆς. Φίλωνος ἐκ τῶν ἐν Γενέσει ζητουμένων. - Ἤγαγεν ὁ Θεὸς τὰ ζῶα πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Οὐ γὰρ ἐνδοιάζει Θεὸς, ἀλλ' ἐπειδὴ νοῦν