1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

4

πολὺ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων, καὶ τοῦ ἁμαρτάνειν εἰς Θεόν· καὶ ὅτι οὐ χρὴ δυσπιστεῖν ἔν τινι τῷ Θεῷ. Πάντα γὰρ δυνατὰ αὐτῷ. ΛΓʹ. Περὶ δυσπιστίας. Λ∆ʹ. Περὶ διγλώσσου. ΛΕʹ. Περὶ δικαστῶν ἀδικάστων, καὶ καθαρὰς ἐχόντων τὰς χεῖρας. Λ ϛ. Περὶ δικαστῶν δωροδεκουμένων, καὶ ἀθέσμως κρινόντων. ΛΖʹ. Περὶ δεσποτῶν χρηστῶν. ΛΗʹ. Περὶ δεσποτῶν μοχθηρῶν. ΛΘʹ. Περὶ δούλων χρηστῶν. Μʹ. Περὶ δούλων πονηρῶν. ΜΑʹ. Περὶ δυσαρεστουμένων. ΜΒʹ. Περὶ δόξης καὶ τιμῆς· καὶ ὅτι οὐ χρὴ τὴν ἰδίαν δόξαν ἑτέρῳ παρέχειν. ΜΓʹ. Περὶ δανειστῶν χρηστῶν. Μ∆ʹ. Περὶ δανειστῶν πονηρῶν. 96.452 ΜΕʹ. Περὶ δανειζομένων· καὶ ὅτι χρὴ εὐγνωμονεῖν τοῖς κυριοχρέοις. Μ ϛʹ. Περὶ δανειζομένων καὶ εὐγνωμονούντων. Στοιχεῖον Ε. Αʹ. Περὶ ἐντολῶν Θεοῦ· ὅτι σωτήριοι καὶ ζωοποιοὶ, καὶ κατὰ πάντα εὐθεῖαι, καὶ ἁγίαι, καὶ δίκαιαι. Βʹ. Περὶ τῶν μὴ φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. Γʹ. Περὶ εὐοδουμένων ἐν τοῖς ἔργοις αὐτῶν. ∆ʹ. Περὶ τῶν οὐκ εὐοδουμένων. Εʹ. Περὶ ἔργων καὶ πράξεων· ὅτι χρὴ πρὸ πάσης ἐργασίας τῇ τοῦ Θεοῦ μνήμῃ καὶ εὐχαριστίᾳ ἁγιάζεσθαι. ϛʹ. Περὶ ἐξουσίας καὶ δυναστείας· ὅτι παρὰ Κυρίου πᾶν κράτος. Ζʹ. Περὶ ἐπαίνων καὶ ἐγκωμίων, καὶ τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ ὅτι οὐ δεῖ πρὸ πείρας ἐπαινεῖν τινα. Ηʹ. Περὶ ἐγκαταλείψεως· ὅτι τὸ ἐρημωθῆναι τῆς τοῦ Θεοῦ βοηθείας καὶ σκέπης, παντὸς δεινοῦ χαλεπώτερον. Θʹ. Περὶ ἐνδείας καὶ ἀπορίας. Ιʹ. Περὶ ἐπαγωγῶν κατὰ κρίσιν δικαίαν Θεοῦ ἐπιφερομένων ἡμῖν. ΙΑʹ. Περὶ ἐκδικήσεως καὶ εἰσπράξεως ἁμαρτιῶν· ὅτι οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐφ' ἁμαρτίαις ὁ φιλάνθρωπος ἡμῶν Κύριος διορθούντων ἑαυτούς. ΙΒʹ. Περὶ ἐπαιτίας. ΙΓʹ. Περὶ ἐπιθυμίας· ὅτι οὐ χρὴ ἀκρίτως καὶ ἀνεξετάστως ταῖς οἰκείαις ἐξακολουθῆσαι ἐπιθυμίαις, κἂν δοκῶσιν ἀγαθαὶ εἶναι. Ἐκ τούτων γὰρ δελεαζόμεθα, οἷα ἀσθενέστεροι πρὸς τὰ μὴ λυσιτελοῦντα. Ι∆ʹ. Περὶ ἐπιθυμιῶν ἁγίων ἀνδρῶν. ΙΕʹ. Περὶ ἐπικουρείας· ὅτι καλὸν τὸ ἐπικουρεῖν τοῖς δεομένοις. Ι ϛʹ. Περὶ εὐεργεσίας ἢ προσφορᾶς ἐξ ἀδίκων γινομένης· ὅτι ἀπρόσδεκτος παρὰ Θεῷ. ΙΖʹ. Περὶ ἐπιχειρούντων ἀλλήλοις. ΙΗʹ. Περὶ ἐπινοήτου, καὶ εὐμηχάνου, καὶ ἐμπείρου, καὶ εὐμαθοῦς. ΙΘʹ. Περὶ ἐγγυῆς καὶ ἐγγυητοῦ. Κʹ. Περὶ ἐνεχύρων. ΚΑʹ. Περὶ ἐχθρῶν· ὅτι οὐ δεῖ ἀδιαλλάκτως μεῖναι πρὸς τοὺς ἐπταικότας, οὐδὲ χαίρειν ἐπὶ τῇ κακοπραγίᾳ καὶ πτώμασιν αὐτῶν. ΚΒʹ. Περὶ ἐγκρατείας. ΚΓʹ. Περὶ ἐπικοίνων πραγμάτων. Κ∆ʹ. Περὶ ἐλέγχοντος καὶ ἐπιτιμῶντος· ὅτι χρεὼν τῷ τοιούτῳ συνεσκιασμένως καὶ μὴ ἐμβριθῶς προσάγειν τὸν ἔλεγχον, ὅτι διαβρωτικόν· ἀναβιβάζειν δὲ πρὸς τὰ βέλτιστα ἡμερότητι τὸν ὑπεύθυνον. ΚΕʹ. Περὶ εὐπραγίας καὶ δυσπραγίας. Κ ϛʹ. Περὶ ἐνόχων θανάτου· καὶ ὅτι οὐδεὶς ὑπὲρ ἑτέρου ἀποθανεῖται, οὐ γονεῖς ὑπὲρ τέκνων, οὐ τέκνα ὑπὲρ γονέων. ΚΖʹ. Περὶ ἐνεδρεύοντος εἰς ἐπιβουλὴν τοῦ πλησίον· καὶ ὅτι αὐτὸς ἐμπεσεῖται. ΚΗʹ. Περὶ ἐμπορίας· καὶ ὅτι αἱ περὶ τὰ βιωτικὰ ἐνδελεχεῖς ἀσχολίαι συγχέουσιν ἡμῶν τὴν ζωὴν, καὶ ἀποστεροῦσι τῶν πνευματικῶν καὶ αἰωνίων ἀγαθῶν. ΚΘʹ. Περὶ ἐνυπνίων, καὶ μαντειῶν, καὶ οἰωνισμῶν. Λʹ. Περὶ τῶν ἑαυτοὺς διεκδικούντων· ὅτι οὐ χρή. ΛΑʹ. Περὶ ἑκουσίων καὶ ἀκουσίων, εἴτε κατορθωμάτων, εἴτε ἁμαρτημάτων ἐν γνώσει καὶ ἀγνοίᾳ γινομένων. ΛΒʹ. Περὶ εὐχαριστίας πρὸς Θεόν· ὅτι οὐ χρὴ ἀνεπιληθήτως ἔχειν τὰς εὐεργεσίας αὐτοῦ. ΛΓʹ. Περὶ τῶν μὴ εὐχαριστούντων, ἀλλὰ ἀχαριστούντων καὶ ἀγνωμούντων. Λ∆ʹ. Περὶ εὐνούχων καὶ ἀγάμων. 96.453 ΛΕʹ. Περὶ ἐγγαστριμύθων, καὶ ἐπαοιδῶν, καὶ οἰωνιζομένων. Λ ϛʹ. Περὶ εἰδώλων καὶ εἰδωλολατρῶν. ΛΖʹ. Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίσαι τινά. ΛΗʹ. Περὶ ἐλπίδος εἰς Θεόν· ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ εἰς τὰς τῶν ἀνθρώπων προστασίας· ὅτι οὐδεὶς ἐλπίσας εἰς Θεὸν κατῃσχύνθη. ΛΘʹ. Περὶ τῶν μὴ εἰς Θεὸν τὴν ἐλπίδα καὶ πεποίθησιν ἐχόντων· ἀλλὰ πεποιθότες ἐπὶ πλούτῳ καὶ ἀνθρώποις. Μʹ. Περὶ ἐκκλησίας Θεοῦ, καὶ θυσιαστηρίου· καὶ ὅτι οὐ δεῖ ἐν ἐκκλησίᾳ ἐσθίειν. ΜΑʹ. Περὶ ἑορτῆς. ΜΒʹ. Περὶ εὐλογίας ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ τῶν ἀποστόλων γινομένης. ΜΓʹ. Περὶ εὐχῆς· ὅσα δι' εὐχῆς κατορθοῦται ἡμῖν. Μ∆ʹ. Περὶ ἐλεημοσύνης καὶ εὐποιίας εἰς