1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

3

καὶ ὀλίγοι πολλῶν κρατοῦσιν. ΙΑʹ. Περὶ βαπτίσματος καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας. ΙΒʹ. Περὶ βεβαίου καὶ ἀβεβαίου ἀνδρός. ΙΓʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως πάντα πράττειν. Ι∆ʹ. Περὶ βραδυβουλῆς καὶ ἀβουλίας· καὶ ὅτι τὸ ἀπερίσκεπτον βλαβερόν. ΙΕʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ι ϛʹ. Περὶ βασιλείας οὐρανῶν. Στοιχεῖον Γ. Αʹ. Περὶ γεωργίας καὶ γεωργῶν· ὅτι καλὸν τὸ ἐργάζεσθαι. Βʹ. Περὶ γλυκολάλων. Γʹ. Περὶ γέλωτος καὶ γελοιαστῶν. ∆ʹ. Περὶ γογγυστῶν καὶ μεμψιμοίρων. Εʹ. Περὶ γενεᾶς ἀγαθῆς. ϛʹ. Περὶ γενεᾶς σκολιᾶς καὶ πονηρᾶς. Ζʹ. Περὶ τῶν γνωσιμαχούντων, καὶ ἑαυτοὺς καταμεμφομένων. Ηʹ. Περὶ τοῦ γνῶναι ἑαυτὸν καὶ τὰ οἰκεῖα μέτρα, καὶ μὴ ἐπαίρεσθαι. Θʹ. Περὶ γνωστικῶν ἀνδρῶν· καὶ ποῖα ἀγαθὰ ἕψεται αὐτοῖς. Ιʹ. Περὶ γερόντων ἐν ἀρετῇ καὶ συνέσει κοσμουμένων. ΙΑʹ. Περὶ γερόντων ἐν ἀνοίᾳ καὶ κακίᾳ βιούντων. ΙΒʹ. Περὶ γονέων χρηστῶν· καὶ ὅτι χρὴ διὰ σπουδῆς καὶ προσηκόντως τὰς τῶν τέκνων ἀναγωγὰς ποιεῖσθαι. ΙΓʹ. Περὶ γονέων καταφρονητικῶς ἐχόντων τὰς τῶν τέκνων ἀναγωγάς. Ι∆ʹ. Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσιν. ΙΕʹ. Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχεσθαι αὐτάς. Ι ϛʹ. Περὶ γυναικῶν κυϊσκουσῶν ἄρσεν ἢ θῆλυ· καὶ πόσας ἡμέρας οὐκ εἰσελεύσονται εἰς ἐκκλησίαν Κυρίου. ΙΖʹ. Περὶ γυναικὸς ἀνδρείας, καὶ σώφρονος, καὶ συνετῆς. ΙΗʹ. Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πεπληρωμένων. Στοιχεῖον ∆. Αʹ. Περὶ διαθηκῶν καὶ κληρονόμων. Βʹ. Περὶ διδασκαλίας· καὶ ὅτι οὐ πάντων τὸ διδάσκειν, ἀλλὰ σοφῶν καὶ πεπαιδευμένων. Γʹ. Περὶ διδασκάλων αἱρετικῶν· καὶ ὅτι χρὴ φεύγειν αὐτούς. ∆ʹ. Περὶ διηγουμένων καὶ διδασκόντων μάταια. Εʹ. Περὶ διανοουμένων καὶ ἐνθυμουμένων κακά. ϛʹ. Περὶ τῶν δικαιούντων ἑαυτοὺς, καὶ κατοφρυωμένων ἑτέρων. 96.449 Ζʹ. Περὶ δειλῶν, καὶ διψύχων, καὶ ἀκαταστάτων, καὶ ἀνάνδρων. Ηʹ. Περὶ δικολόγων, καὶ τῶν κρίσεις ἀλλοτρίας ἀναδεχομένων. Θʹ. Περὶ δείπνου καὶ συνεστιάσεως. Ιʹ. Περὶ διαφορᾶς ἡδίστων καὶ ἡδυτέρων κατὰ σύγκρισιν. ΙΑʹ. Περὶ διαφορᾶς καταστάσεως καὶ τρόπων, καὶ ἀνομοιότητος γνωμῶν· ὅτι οὐ πάντες τοῖς αὐτοῖς ἀρέσκονται. ΙΒʹ. Περὶ διορθώσεως βίου κακοῦ ἐπὶ τὸ ἀγαθόν· ὅτι εὐάρεστον καὶ φίλον Θεῷ. Τοῦτο δὲ τελεῖται καὶ κατορθοῦται, ἐκ τοῦ μεμνῆσθαι μὲν τῶν ἐσφαλμένων, καὶ ἀπομυσάττεσθαι· προσεγγίζειν δὲ πεποθημένως τοῖς ἀξιεπαίνοις καὶ χρηστοῖς. ΙΓʹ. Περὶ διακρίσεως· ὅτι χρὴ ἐπὶ παντὶ πράγματι διάκρισιν καὶ φόβον Θεοῦ ἔχειν. Ι∆ʹ. Περὶ διαγνώσεως, καὶ πείρας ἠθῶν, καὶ κρυφίων τρόπων ἀνδρός. ΙΕʹ. Περὶ δωροδοκίας. Ι ϛʹ. Περὶ δημηγερτῶν λοιμῶν· καὶ ὅτι χρὴ φεύγειν καὶ ἐκκλίνειν τὰς τοῦ δήμου ἀνασοβὰς καὶ ἀσυμφωνίας. ΙΖʹ. Περὶ δυσκινήτων καὶ ἀργοφάγων, λουππαίων, καὶ ἀνασεσοβημένων, καὶ πεφαντασμένων ἐπ' ὀλέθρῳ. ΙΗʹ. Ὅτι χρὴ τὰ δεύτερα ἐν πᾶσι προθεωρεῖν καὶ περισκοπεῖν· τρεπτὰ γὰρ τὰ ἀνθρώπινα ἅπαντα καὶ ἄδηλα. ΙΘʹ. Περὶ δομάτων καὶ δωρεῶν ἀγαθῶν· ὅτι παρὰ Θεῷ πᾶν ἀγαθόν. Κʹ. Περὶ τῶν δουλευόντων Θεῷ· ὅτι χρὴ τούτους τιμᾷν καὶ σέβειν, καὶ τὰ πρὸς χρείαν προσάγειν. ΚΑʹ. Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς Κύριος ἐκ πειρασμῶν, καὶ ἐν εὐφροσύνῃ ἔτη πολλὰ ζῶσι· καὶ ὅτι ὑπὸ Θεοῦ ἀγαπῶνται, καὶ εὐλογοῦνται οἱ οἶκοι τῶν δικαίων. ΚΒʹ. Περὶ δικαίων, καὶ εὐχῆς παρ' αὐτῶν γινομένης· ὅτι δεκτὴ καὶ τιμία παρὰ Θεῷ. ΚΓʹ. Περὶ δικαίων· καὶ ὅτι περιφρονοῦνται ὑπὸ ἀδίκων καὶ ἀσεβῶν, καὶ διασύρονται. Κ∆ʹ. Περὶ δικαίων· ὅτι τίμιος παρὰ Θεῷ ὁ θάνατος αὐτῶν, καὶ ὡς ἡ μνήμη αὐτῶν ἐγκωμιάζεται. ΚΕʹ. Περὶ τῶν τοὺς δικαίους καὶ ἀγαθοὺς ἄνδρας τιμώντων. Κ ϛʹ. Περὶ τῶν δικαίους καὶ ἀγαθοὺς ἄνδρας ἀτιμαζόντων. ΚΖʹ. Περὶ δικαιοσύνης καὶ ἀρετῆς. ΚΗʹ. Περὶ διαβόλου, ἤτοι Σατανᾶ, καὶ δαιμόνων. ΚΘʹ. Περὶ δυνάμεως Θεοῦ. Λʹ. Περὶ δημιουργίας τοῦ κόσμου· καὶ ὅτι πάντα ὑπὸ Θεοῦ γεγένηται, καὶ οὐδὲν ὑπ' αὐτοῦ εἰκῆ ἢ περιττὸν γέγονεν. ΛΑʹ. Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν αὐτὸν καὶ ἁγιάζειν· ὁ δὲ μὴ τοῦτο δρῶν, εὐθύνας εἰσπράττεται· καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν δοξάζει ὁ Θεός. ΛΒʹ. Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων· καὶ ὅτι