1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

20

οὔτε τὴν χρόαν, οὔτε τὸ μέγεθος ἀμεῖβον κατὰ τὴν ἑκάστου ἀπηρτισμένην φύσιν, μὴ παραβαλλόντων ὅσα ἐν τῷ σπείρεσθαι ἀτελέστατα, ἢ λελωβημένα, ἢ βεβλαμμένα ὑπῆρχεν. Τοῦ ἁγίου Εἰρηναίου. Ἡμεῖς οὖν καὶ σώματα ἀνίστασθαι, κ. τ. ἑ. ΤΙΤΛ. ΟΕʹ. -Περὶ ἁγίων ἀγγέλων· καὶ ὅτι ἐν ἀοιδίμῳ εὐφροσύνῃ, καὶ ἀῤῥήτῳ μακαριότητι διάγουσι λειτουργοῦντες τῇ σεβασμίῳ Τριάδι. Ἀντιπάτρου ἐπισκόπου Βοστρῶν, ἐκ τῶν κατὰ τοῦ δυσωνύμου Ὠριγένους. Ποῖος, Μωϋσῆς, ἢ Παῦλος, ἢ ἕτερός τις τῶν προφητῶν, ἢ ἀποστόλων οὕτως ἀκριβῶς περὶ πάντων τῶν πρὸ κόσμου, καὶ ὑπὲρ οὐρανὸν μετὰ πάσης αὐθεντίας ἐκθέσθαι, ἢ διδάξαι ἠδύνατο; Οὐδεὶς οὐδαμῶς. Εἴτε γὰρ καὶ διδάξαι τις οὕτως κατ' ἐξουσίαν εἶναι τὸν λόγον αὐτοῦ, ἀλλ' ἑτέρῳ τὴν αὐθεντίαν τῶν λεγομένων ἀνέθηκεν. Ἀλλ' οὐχ οὕτως οἱ τῶν προκειμένων δογμάτων καταγγελταὶ, ἀλλ' ἀντὶ πάσης ἀποδείξεως ἐξαρκεῖν ᾠήθησαν τὸ αὐτοῖς εἰρηκέναι. Καὶ περὶ Παύλου ἀμφιβάλλουσι, τὸ πόθεν λαβὼν διάφορα καταριθμεῖ τάγματα τῶν οὐρανίων δυνάμεων· εἶτα εἴ τις θερμότερος προσελθὼν εἴπῃ, ὅτι Ἡμεῖς μὲν πόθεν λαβὼν Παῦλος ἀποφαίνεται, οὐδαμῶς ἀγνοοῦμεν· ὑμεῖς δὲ πόθεν λαβόντες τοσαῦτα μυστήρια διηγεῖσθε, ὅπως τε πρὸ τούτου ἦσαν, καὶ πῶς ἤρξαντο κινεῖσθαι οἱ νόες, καὶ πῶς ἔπεσαν εἰς διάφορα σώματα, καὶ γεγόνασι διάφορα τάγματα, οὐρανίων τε καὶ ἐπιγείων; Τί ἐρεῖτε; Οὐ γὰρ ἔχετε λέγειν, ὅτι ἐκ τῆς Παλαιᾶς ἢ Καινῆς ∆ιαθήκης τὰς ἀφορμὰς ἐλάβετε· προείρηται γὰρ μηδὲν τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον εἰρηκέναι. Εἰ δὲ καὶ νῦν δοκεῖ ὑπομνησθῆναι ἐνίων τῶν ἡμετέρων λόγων ἀκούσατε. Ὑμῶν γάρ ἐστιν ἡ φωνὴ, ὅτι ὄνομα ἀσωμάτου οὐκ ἴσασιν, οὐ μόνον οἱ πολλοὶ, ἄλλ' οὐδὲ ἡ Γραφή· καὶ πάλιν ὅτι ἐν τῷ κηρύγματι, καὶ τὸ εἶναί τινας ἀγγέλους, καὶ δυνάμεις κρείττονας λειτουργικὰς τῆς σωτηρίας τῶν ἀνθρώπων, παραδέδοται· πότε δὲ ἐκτίσθησαν οὗτοι, καὶ τίνα τὰ περὶ αὐτοὺς οὐδαμῶς τις ἐσαφήνισεν; Καὶ μετ' ὀλίγα· Ἐν τῷ οὖν ἐκκλησιαστικῷ κηρύγματι περιεχομένης τῆς ἀκριβοῦς ταύτης καταλήψεως, πῶς ἐρεῖτε, κατειληφέναι, ἀλλὰ μετὰ πάσης ἀκριβείας εἰδέναι, ὅτιπερ οὐκ ἤρξατο ὁ Θεὸς δημιουργεῖν, καὶ τοὺς νόας, πῶς τε τάξεως, καὶ γνώσεως μετέσχον, καὶ πῶς μετέπεσαν, καὶ εἰς πόσας διαφορὰς διῃρέθησαν, μετὰ πάσης αὐθεντίας δογματίζοντες; οὐδὲ τῇ, Τάδε λέγει Κύριος, συγκεχρημένοι φωνῇ, ἢ τῇ· Εἶπε Κύριος πρὸς ἡμᾶς, ἤ· Ἠκούσαμεν τῆς φωνῆς Κυρίου, καὶ ὅσα ἔθος τοῖς δογμάτων ἀπαρχομένοις τινῶν, εἰς τὴν τῶν ἰδίων σύστασιν λογισμῶν παρά τε τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ἄλλοις 96.504 αὐτῆς τροφίμοις. Ἀλλ' ἔστι καὶ ἡμῖν θαυμάζειν, ὥσπερ ἐπὶ τοῦ ∆εσπότου τοὺς ἀκούοντας ἐκπλήττεσθαι συνέβαινεν, ὅτι κατ' ἐξουσίαν ἐστὶν ὁ λόγος ὑμῶν. Τοῦ δὲ κηρύγματος μὴ περιέχοντος ταῦτα, οὕτως ἀκριβῶς εἰδέναι φαίνεσθε, ὅτιπερ τῆς προτέρας μακαριότητος ἀποστάντες διὰ τὴν τοῦ πρώτου ἧτταν τὴν γενομένην ἐν αὐτοῖς, γεγόνασιν ἀπὸ νόων ἄγγελοι, ἀρχάγγελοι, καὶ τὰ ἑξῆς. Ἀποστάντες δὲ, κατὰ τὴν γενομένην νέαν Γραφὴν, τῆς τοῦ Θεοῦ ἑνώσεως, ἄρχειν τε καὶ κυριεύειν τῶν ἐπὶ πλείω σαλευθέντων λαχόντες, καὶ εἰς διακονίαν ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, αὐτοὶ ταύτης σαλευθέντες, καὶ δεόμενοι τοῦ ἐπανάξοντος. Πρὸς οὓς δικαίως τις ἐρεῖ αὐτῶν προνοούμενος· Ἰατρὲ, θεράπευσον σεαυτόν· ἅπερ ἐμοὶ προξενεῖς, κτῆσαι πρῶτος αὐτός. Εἰ γὰρ καὶ πλέον ἀποῤῥεῦσαι συνέβη με, ἀλλ' ἀμφότεροι ἐν τῷ αὐτῷ τυγχάνομεν κρίματι· ἀλλ' ὅτι μὲν ἀλλότρια τὰ τοιαῦτα τυγχάνουσι τοῦ εὐαγγελικοῦ κηρύγματος, δέδεικται ἱκανῶς, καὶ ὡμολόγηται σὺν Θεῷ· ἴδωμεν δὲ λοιπὸν τί περὶ αὐτῶν τὸ Πνεῦμα ἡμῖν παραδέδωκεν, ὅπερ καὶ ἐν τῷ ἐκκλησιαστικῷ φέρεται λόγῳ, Εὐλογεῖτε, φησὶ, τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ. οἱ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εἰ τοίνυν δυνατοὶ ὑπάρχουσιν ἰσχύϊ τοῦ ποιεῖν τὸ θέλημα αὐτοῦ, καὶ δυνατῶς ἰσχύϊ ἔχουσιν τοῦ