1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

31

οὐδὲ ἐδιδάχθην πολυπραγμονεῖν. Ἀλλ' ὅρα τί φησι πάλιν ὁ ἐχθρὸς τῆς ἀληθείας. Μὴ γὰρ ἀργῶς ἡμῖν ἔδωκεν ὁ Θεὸς λογισμούς· μὴ ἁπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριον· δεῖ καὶ λογισμοῖς ἐρευνᾷν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν. Ἀπάγγειλον οὖν μοι λογισμῶν ἀκολουθίᾳ χρησάμενος, πῶς ἕστηκεν ὁ οὐρανὸς εἰς τοσοῦτον ὕψος κοιλαινόμενον ἄπειρον, καὶ μηδὲν ἐν τοσαύτῃ περιγραφῇ τὸ ὑπερεῖδον ἔχων ἐν τίνι βαστάζεται; Τίνες αἱ κρηπίδες ἐφ' ὧν ἐστήρικται; πῶς ἐν τοσούτῳ χρόνῳ οὐ λύεται τῷ κάλλει, οὐδὲ ἀφανίζεται ἡ ἁρμονία; ∆εῖξον τοὺς βαστάζοντας κίονας. Τί δὲ ἐρῶ περὶ οὐρανοῦ, καὶ οὐ περὶ γῆς τὴν κατάστασιν; Ὅτι μὲν γὰρ ἐπὶ ὑδάτων τεθεμελίωται, τοῦτο κἀγὼ παρέλαβον, καὶ αὐτὸς ὁμολογεῖς· πῶς δὲ καὶ ἐπὶ τῶν ὑδάτων ἐστηρίχθη, τοῦτο ἑρμήνευσον, καὶ μὴ ἁπλῶς ἀκολουθήσῃς τῷ λόγῳ, ἀλλὰ λογισμὸν ἀπόδος τῶν ζητουμένων. Ἀλλ' ὅταν περὶ ταῦτα ἀπορήσωμεν, ἔχομεν ἀληθῆ καὶ εὐσεβῆ τῶν ἀπορουμένων λύσιν, ἣν ὁ μακάριος ∆αβὶδ ἐμελῴδησε, λέγων, ὅτι Εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Τὰ ἔργα ἄνευ πίστεως οὐκ ἔστι καταλαβεῖν, καὶ Θεὸν ἄνευ πίστεως θέλεις εὑρεῖν; Ἀλλὰ τοὺς ἐχθροὺς τῆς ἀληθείας ἀφέντες ἡμεῖς, τὴν ὑγιῆ καὶ ἀσφαλῆ τῆς πίστεως ὁδὸν ὁδεύσωμεν, πειθόμενοι τῷ λέγοντι Θεῷ· Οὐ δυνήσεται ἄνθρωπος ἰδεῖν τὸ πρόσωπόν μου, καὶ ζήσεται. Οὐ χωρεῖ τὸν ποθούμενον ἡ τῶν ποθούντων δύναμις, οὐδὲ φέρει ἡ θνητὴ φύσις τὴν ἀθάνατον δύναμιν τοῦ πάντων ∆ημιουργοῦ καὶ προνοητοῦ. ΤΙΤΛ. Κʹ. -Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ εʹ ἐλέγχου καὶ 96.537 ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Ὅσα ἀφίστανται κατὰ τὴν γνώμην αὐτῶν τοῦ Θεοῦ, κ. τ. ἕ. Θεοφίλου Ἀλεξανδρείας. -Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος, διὰ δὲ νόμων καὶ διατάξεων αὐτοῦ, καὶ ἐξουσιῶν, καὶ δυνάμεων, καὶ εἰκόνων νοεῖται· τὸν δὲ Θεὸν οὐ βούλει σὺ νοῆσαι δι' ἔργων καὶ δυνάμεων; ΤΙΤΛ. ΚΗʹ. -Περὶ πονηρίας, καὶ κακίας, καὶ ἁμαρτίας. Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ βʹ μέρους τῆς Ἀπολογίας αὐτοῦ. - Ἡ κακία πρόβλημα ἑαυτῆς τῶν πράξεων, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Γενέσει Ζητουμένων. -Οὐδὲν ἐναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ Θεοῦ δυνάμεσίν ἐστιν οὕτως, ὡς ἀδικία. ΤΙΤΛ. Λʹ. -Περὶ πνευματικῆς προκοπῆς. Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου. -∆ιὰ ταύτης τῆς τάξεως καὶ τῶν τοιούτων ῥυθμῶν, κ. τ. ἑ. ΤΙΤΛ. ΛΑʹ. -Περὶ προσκαίρων καὶ αἰωνίων ἀγα θῶν· καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προτιμᾷν. Τοῦ ἁγίου Κλήμεντος, ἐκ τῆς πρὸς Κορινθίους ἐπιστολῆς βʹ. -Ὁ τῶν παρόντων αἰσθητικὸς συνίησιν, ὡς οὔτε ἃ λογίζονταί τινες εἶναι τερπνὰ, ξενὰ καὶ μακράν ἐστι τῶν ἀπεχθῶν. Ἀλλὰ καὶ πλοῦτος πολλάκις μᾶλλον πενίας ἔθλιψε, καὶ ὑγεία πλέον ἠνίασε νόσου· καὶ καθόλου τῶν λυπηρῶν καὶ φευκτῶν πάντων ὑπόθεσις καὶ ὕλη ἡ τῶν ἀσπαστῶν καὶ κατ' εὐχὴν περιβολὴ γίνεται. Τοῦ ἁγίου Ἱππολύτου Ῥώμης. -Ταῦτα δὲ κατ' ἀνάγκην ἔχομεν διηγήσασθαι, ὅπως τὴν ὑπόνοιαν τὴν τῶν πολλῶν ἀνέλωμεν. Τινὲς γὰρ βούλονται λέγειν, εἰς τὸν οὐρανὸν εἶναι τὸν παράδεισον, καὶ μὴ εἶναι ἐκ τῆς κτίσεως. Ὁπότε τοίνυν ὁρῶνται οἱ ποταμοὶ ὑπὸ τῶν ὀφθαλμῶν ἡμῶν ἐκπορευόμενοι ἐξ αὐτοῦ, ἐν οἷς καὶ σήμερον ἔστι πάντας ἱστορεῖν τοὺς θέλοντας, ἄρα λογιζέσθω πᾶς, ὅτι οὐκ εἰς οὐρανὸν, ἀλλ' ὄντως ἐν τῇ κτίσει πεφύτευται. Ἔστι δὲ καὶ τόπος τῆς ἀνατολῆς, καὶ χωρίον ἐκλογῆς. ΣΤΟΙΧΕΙΟΝ Τ. ΤΙΤΛ. ʹ. -Περὶ τεχνιτῶν, καὶ τίνες τέχνας ἐφεῦρον. ∆ιδύμου. -Τέλειον ἰατρὸν λέγομεν, οὐ τὸν θεραπεύοντα πάντως, ἀλλὰ τὸν μηδὲν τῶν εἰς ὠφέλειαν ἀνηκόντων, καὶ θεραπείαν παραλείποντα· καὶ στρατηγὸν ἄριστον οὐ τὸν νικῶντα πάντως, ἀλλὰ τὸν μηδὲν τῶν εἰς νίκην συντεινόντων παραλείψαντα· οὕτω καὶ κυβερνήτην ἄριστον, οὐ τὸν τυγχάνοντα πάντως τοῦ εὖ ἄγειν τὸν νοῦν, ἀλλὰ τὸν μηδὲν τῶν ὅσα δείκνυσι τὸν ἄριστον κυβερνήτην παραλείψαντα, κἂν καὶ βία κραταιοτέρα τῆς θαλάσσης κινουμένης τὸ σκάφος ἐπικαλύψῃ τοῖς κύμασιν· καὶ