1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

14

διαλογισμῶν, δι' οὓς οὔτε συναποδημεῖν, οὔτε συμπολιτεύεσθαι, οὔτε συζῇν λέγεται. Τοῦ αὐτοῦ. -Ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν, ἐκ τοῦ περιπεφυρμένου βίου πρὸς εἰρηναίοις καὶ μακαρίοις πρέπουσαν ζωήν. ΤΙΤΛ. ΟΑʹ. -Περὶ ἀμοιβῆς καὶ ἀνταποδόσεως ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅτι αἰώνια καὶ ἀτελεύτητα τὰ ἑκατέροις ἀποκείμενα, εἴτε ἀγαθὰ, εἴτε δεινὰ κολαστήρια. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων, ἐκ τοῦ Κατὰ αἱρέσεων βιβλίου βʹ. -Ἀλλ' ὡς εἷς ἕκαστος ἡμῶν, κ. τ. ε. Τοῦ αὐτοῦ, ἐκ τοῦ εʹ βιβλίου τῶν αὐτῶν. - Αἰώνια δὲ καὶ ἀτελεύτητα παρὰ Θεοῦ τὰ ἀγαθά, κ. τ. ε. Τοῦ ἁγίου Μελετίου ἐπισκόπου Ἀντιοχείας. - Πάντες δὲ δίκαιοι καὶ ἄδικοι ἐνώπιον τοῦ Θεοῦ Λόγου ἀχθήσονται. Τούτῳ γὰρ ὁ Πατὴρ τὴν πᾶσαν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν Πατρὸς ἐπιτελῶν, κριτὴς παραγίνεται. Ὃν Χριστὸν προσαγορεύομεν, Θεὸν ἐνανθρωπήσαντα. Οὐ γὰρ Μινὼς ἢ Ῥαδάμανθος κριταὶ, οἱ καθ' ὑμᾶς, Ἕλληνες, ἀλλ' ὃν ὁ Θεὸς ἐδόξασε καὶ Πατὴρ, περὶ οὗ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ἐπιζητοῦντας τὴν ἀλήθειαν. Οὗτος τὴν Πατρὸς εἰς πάντας δικαίαν κρίσιν ποιούμενος ἑκάστῳ κατὰ τὸ ἴδιον παρεσκεύασε δίκαιον. Οὗ τῇ κρίσει παραστάντες ἄγγελοί τε καὶ ἄνθρωποι, καὶ δαίμονες μίαν ἀποφθέγξονται αὐτῷ φωνὴν, λέγοντες· ∆ικαία ἡ κρίσις σου. Ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ' ἀμφοτέροις τὸ δίκαιον ἐπάγει· τοῖς μὲν εὖ πράξασι καὶ δικαίως τὴν ἀΐδιον τῶν ἀγαθῶν ἀπόλαυσιν παρέχον, τοῖς δὲ τῶν φαύλων ἐργάταις, τὴν ἀΐδιον κόλασιν ἀπονέμον· καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει. Σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν, μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ ὀδύνῃ ἐκ στόματος ἀναβράσσων παραμένει. Τούτους οὐχ ὕπνος ἀναπαύσει, οὐ παράκλησις συγγενῶν μεσιτευσάντων ὀνήσει. Οὐ γὰρ ἔτι δίκαιοι ὑπ' αὐτῶν ὁρῶνται, οὐδὲ μνήμης γίνονται ἄξιοι. Μόνον δὲ οἱ δίκαιοι δικαίων μέμνηνται ἔργων, δι' ὧν 96.485 ἐπὶ τὴν οὐράνιον βασιλείαν κατήντησαν· ἐν ᾗ οὐ πόνος, οὐ λύπη, οὐ φθορὰ, οὐ φροντίς. Τοῦ ἁγίου Ἐφραὶμ, ἐκ τοῦ εἰς τὸν Κάϊν. -Μὴ ἀπιστήσῃς, αἱρετικὲ, ὅτι ἐστὶ κρίσις ψυχῶν καὶ σωμάτων, ἐπειδὴ ἔχεις τεκμήριον. Σόδομα ζῇ, καὶ νεκρά ἐστι· ζῇ κρινομένη, καὶ τέθνηκε κατηργημένη. Βλέπεις τὸ πῦρ, καὶ οὐχ ὁρᾷς αὐτό. Σμύχεται, καὶ οὐ καπνίζεται· φθείρεται, καὶ οὐ φθείρεται· μειοῦται, καὶ τέθηλεν· ἔχει ὑπόστασιν, καὶ εἰς οὐδέν ἐστι χρήσιμον. Ὢ τῆς τοῦ Θεοῦ σοφίας! ὅτι ἐλέγχων σιωπᾷ, καὶ διδάσκων οὐ πάρεστι, καὶ ἀπειλῶν οὐ φαίνεται. Ὢ τῆς ἐνεργείας τῆς Θεότητος! ὅτι ἔδωκε τὴν ἀπόφασιν ἐν τοῖς μὴ πάσχουσιν, ᾐνίξατο ἐν τῇ γῇ τῶν Σοδόμων τὴν μέλλουσαν ἀπέραντον κόλασιν, ἵνα προαναστομώσῃ τῶν κακῶν τὴν μοχθηρίαν, ὅτι μετάνοια τοῖς ἀποβλητοῖς οὐ δίδοται. Ὥσπερ γὰρ ἡ γῆ Σοδόμων ἔχει πᾶσαν ὑπόστασιν, ἐνεργεῖν δὲ οὐ δύναται, οὕτω καὶ οἱ ἀσεβεῖς τότε κρίνονται, τῆς προαιρέσεως μὲν καὶ τοῦ λογικοῦ ἔχοντες τὴν ὑπόστασιν, ἐστερημένοι δὲ τῆς πράξεως διὰ τὴν κόλασιν. Εἰ τοίνυν ἐν ἀψύχῳ γῇ κρατεῖ διηνεκῶς ἡ ἀπόφασις, πόσῳ μᾶλλον ἐν λογικοῖς ἀνθρώποις; Ἔχεις πρὸ ὀφθαλμῶν τὸ πῦρ τὸ φλέγον, καὶ μὴ καταφλέγον· ἔχεις καὶ τὸ πρόσκαιρον αἰώνιον, καὶ τὸ θνητὸν ἀθάνατον. Φοβηθῶμεν τὸ μέλλον, ἐκ τῶν ὑποδειγμάτων τὰ δεινὰ μανθάνοντες. ΤΙΤΛ. ΟΓʹ. -Περὶ τῆς φοβερᾶς ἀναστάσεως. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Πῶς τὴν σάρκα λέγουσιν, κ. τ. ε. Τοῦ αὐτοῦ, ἐκ τοῦ εʹ ἐλέγχου. -Ἐπειδὴ μέλη αὐτοῦ ἐσμεν, κ. τ. ε. Καὶ μετὰ βραχέα. -Ὡς οὖν ὁ εἰς ψυχὴν ζῶσαν γεγονὼς, κ. τ. ε. Ἐκ τοῦ αὐτοῦ λόγου. -Μετασχηματίσει, φησὶ, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, κ. τ. ε. Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ περὶ ἀναστάσεως. -Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερος καὶ αὐτεξούσιος, κ. τ. ε. Τοῦτο τοῦ ἁγίου ἱερομάρτυρος Μεθοδίου Πατάρων ἐστίν. -Ἄτοπον δὲ κἀκεῖνο προφανῶς, τὸ οἴεσθαι σῶμα ἐν τῇ εἰς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ, κ. τ. ἑ. Ἐκ τοῦ αὐτοῦ. - Ἐπειδὴ μεθόριος τῆς ἀφθαρσίας ἐγένετο, κ. τ. ἑ. Ἐκ τοῦ αὐτοῦ. -Εἰ ἐκ τοιαύτης σταγόνος βραχείας, κ. τ. ἑ. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βόστρων ἐκ τοῦ κατὰ