1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

24

βασιλέως χρηστοῦ, καὶ δικαίου, καὶ μισοπονήρου. Παραλειπομ. βʹ. -Εἶπε Ἰωσάφατ πρὸς τὸν λαὸν αὐτοῦ ... καὶ ἐγένετο ἡμέρα τρισκαιδεκάτη ἐκλεγόντων τὰ σκύλα, ὅτι πολλὰ ἦν. Σχόλ. Φησὶν ὁ θεῖος Ἀπόστολος· Ὅσα προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη. ∆ιὸ ἀναγκαῖόν ἐστι τοῖς τῶν ἁγίων ἐξακολουθοῦσιν ἴχνεσιν, ἐν Κυρίῳ Θεῷ ἡμῶν παρατάττεσθαι τοῖς ὑπεναντίοις, καὶ μὴ μόνον θρασείᾳ καρδίᾳ, ἧς τὸ τέλος ἀδόκιμον. Ψαλμ. κʹ. -Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, κ. τ. ἑ. Σχόλ. Ὅρα κἀνταῦθα, πῶς τὸ ἅγιον Πνεῦμα διὰ τοῦ προφήτου ῥυθμίζει τοὺς εὐσεβῶς καὶ ἀσφαλῶς κρατεῖν ἐθέλοντας, τῇ τοῦ Θεοῦ δυνάμει ἐπερείδεσθαι, καὶ ἐν πᾶσιν. Ψαλμ. οαʹ. -Ὁ Θεὸς, τὸ κρῖμα σου τῷ βασιλεῖ δὸς, κ. τ. ἑ. Σχόλ. Σκόπει τί ὑποτίθεται ἡ πνευματικὴ διδασκαλία τοῖς καὶ τὰ σκῆπτρα θεόθεν ἐγκεχειρισμένοις. Τοῦ Χρυσοστόμου, ἐκ τοῦ εἰς Κωνσταντῖνον τὸν βασιλέα. - Βασιλεία τῶν ἐπὶ τῆς γῆς πραγμάτων τὰς τραχύτητας ὁμαλίζει. Τοῦ ἁγίου Εἰρηναίου. -Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. -Οὐδὲν οὔτε ἡδεῖον, οὔτε σεμνότερον, ἢ Θεῷ δουλεύειν, ὃ καὶ τὴν μεγίστην βασιλείαν ὑπερβάλλει. Καί μοι δοκοῦσιν οἱ πρῶτοι βασιλεῖς ἅμα καὶ ἀρχιερεῖς γενέσθαι, δηλοῦντες ἔργοις, ὅτι χρὴ τοὺς τῶν ἄλλων δεσπόζοντας δουλεύειν τοῖς λατρεύουσι Θεῷ. ΤΙΤΛ. Γʹ. -Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητημάτων. -Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδεὶς, κἂν τὸ πάσης γῆς καὶ θαλάσσης ἀνάψηται κράτος· μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλὴς, κἂν τῶν παρασκευῶν καὶ τῶν χορηγιῶν ἀμοιρῇ, δι' ὧν οἱ πολλοὶ κρατύνονται τὰς δυναστείας. Ὥσπερ γὰρ τῷ κυβερνητικῆς, ἢ ἰατρικῆς, ἢ μουσικῆς ἀπείρῳ παρέλκον πρᾶγμα, οἴακες, καὶ φαρμάκων σύνθεσις, καὶ αὐλοὶ, καὶ κιθάραι, διότι μηδενὶ τούτων δύναται χρῆσθαι πρὸς ὃ πέφυκε· κυβερνήτῃ, δὲ, καὶ ἰατρῷ καὶ μουσικῷ λέγοιτ' ἂν ἐφαρμόζειν δεόντως· οὕτως, ἐπειδὴ τέχνη τίς ἐστι βασιλικὴ, καὶ τεχνῶν ἀρίστη, τὸν μὲν ἀνεπιστήμονα 96.516 χρήσεως ἀνθρώπων ἰδιώτην νομιστέον· βασιλέα δὲ μόνον τὸν ἐπιστήμονα. Τοῦ αὐτοῦ. -Νεότης μετ' ἐξουσίας αὐτοκράτους ὁρμαῖς ἀκαθέκτοις χρωμένη, κακὸν δύσμαχον γίνεται. ΤΙΤΛ. Ιʹ. -Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ βοηθοῦντος, πᾶσα ἐπιβουλὴ καὶ ἐπανάστασις ἐχθροῦ ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσιν. Γενέσεως. -Παραγενόμενος δέ τις τῶν ἀνασωθέντων, ἀπήγγειλεν Ἀβρὰμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφὸς αὐτοῦ. Καὶ ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ τριακοσίους δέκα καὶ ὀκτὼ, καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβὰλ, καὶ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν λαόν. Σχόλ. Ἀβραὰμ ὑπέρμαχον τὸν Θεὸν κτησάμενος, μετὰ τῶν ἰδίων οἰκογενῶν τοὺς τέσσαρας βασιλεῖς εἰς φυγὴν ἔτρεψεν. Παραλειπομ. βʹ. -Ἐβόησεν Ἀσὰ πρὸς Κύριον τὸν Θεὸν αὐτοῦ, καὶ εἶπε· Κύριε, οὐκ ἔστι παρὰ σοὶ σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις, οἷς οὐκ ἔστιν ἰσχύς. Βοήθησον ἡμῖν, Κύριε ..... μὴ κατισχυσάτω μετὰ σοῦ ἄνθρωπος. Σχόλ. Ἀσὰ ὁ βασιλεὺς, μετὰ πεντακοσίων ὀγδοήκοντα χιλιάδων ἀντιπαραταξάμενος τοῖς Αἰθίοψιν, ἄρδην πάντας ἀνεῖλεν ὑπὲρ χιλιάδας χιλιάδας ὄντας. ΤΙΤΛ. ΙΑʹ. -Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας. Τοῦ ἁγίου Κυπριανοῦ ἐπισκόπου, ἐκ τῆς πρὸς Φίδωνα ἐπιστολῆς. -Ἐπειδὴ καὶ τοῖς βαρύτερα πεπλημμεληκόσι, καὶ εἰς τὸν Θεὸν πρὸ τῆς χάριτος ἡμαρτηκόσι, μετὰ τὸ πιστεῦσαι ἄφεσις ἁμαρτιῶν αὐτοῖς δέδοται, καὶ ἀπὸ τοῦ βαπτίσματος, καὶ ἀπὸ τῆς χάριτος οὐδεὶς κωλύεται, πόσῳ μᾶλλον οὐκ ὀφείλει κωλύεσθαι τὸ παιδίον, ὅπερ νεωστὶ τεχθὲν, οὐδὲν ἥμαρτεν, εἰ μὴ ὅτι κατὰ τὸν Ἀδὰμ σαρκικῶς γεννηθὲν, τὸν μιασμὸν τοῦ θανάτου τῇ πρώτῃ γεννήσει ἐπεσπάσατο; ὅπερ εἰς μετάληψιν ἀφέσεως ἁμαρτιῶν αὐτοῦ, τούτῳ εὐχερέστερον πρόεισιν, ὅτι ἀφίενται αὐτῷ, οὐ τὰ ἴδια, ἀλλὰ τὰ ἀλλότρια ἁμαρτήματα. ΤΙΤΛ. ΙΒʹ. -Περὶ βεβαίου καὶ ἀβεβαίου ἀνδρός. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῶν ἐν Γενέσει ζητουμένων. -Ἀνθρώποις τὸ εὐμετάβλητον διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη. Οὕτω γοῦν φίλους ἑλόμενοι πολλάκις,