1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

18

καὶ τῆς ἀκοῆς τοὺς πιστοὺς τῆς πορνείας, ἐκ προσώπου τοῦ ἐγκαλουμένου ἀντίθεσιν ποιησάμενος, ὡς δυναμένου λέγειν ἐκείνου, ὅτι Πάντα μοι ἔξεστιν, ἐπιστομίζων τὴν τοιαύτην ἀντίθεσιν, Ἀλλ' οὐ πάντα συμφέρει [φησί.] Καὶ δεικνὺς ὡς οὐ πάντα ἔξεστι, φησί· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Μηδὲν οὖν, φησὶ, τὸ διάφορον, ἐπειδὴ πρὸς τὴν τοῦ καιροῦ χρείαν γεγένηνται, μηδαμῶς δὲ πρὸς τὸν μέλλοντα αἰῶνα. Τὸ δὲ σῶμα, οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι. Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἡμῶν ἐξήγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ· τοῦτο λέγων, ὅτι τὸ σῶμα οὐ καταργεῖται. ὥσπερ τὰ βρώματα, καὶ ἡ κοιλία ἕως οὗ δοχεῖον βρωμάτων ἐστὶν, ἐπεὶ οὐκ ἂν εἴη κοιλία καὶ ταύτην λέγων τὴν τῶν βρωμάτων ὑποδοχὴν, μὴ τὴν τοιάνδε πληροῦσαν χρείαν· τούτων δὲ καταργουμένων, καὶ μηδαμῶς ἐν τῷ μέλλοντι ἐνεργούντων, οὐκέτι ἂν κυρίως λεχθείη κοιλία, μὴ δοχεῖον βρωμάτων ὑπάρχουσα. Τὸ δὲ σύμπαν, σῶμα καὶ πνεῦμα δικαίως ἂν ὀνομασθείη ἐγειρόμενον, ὥσπερ ἀμέλει τὸ τοῦ Κυρίου. Ἵνα δὲ μὴ τοῖς ἔξωθεν χρωμένων συλλογισμοῖς ὕποπτος ὁ παρ' αὐτῶν λόγος γένηται τοῖς πολλοῖς, ὅτιπερ οὐκ ἐκ τῶν ἡμετέρων τυγχάνει, ἐξονυχίσαντες τὴν θείαν Γραφὴν, καὶ μικρόν τι οἷον σπινθῆρα ἐξ ὅλου τοῦ σώματος ἀφελόντες, καὶ τὸ καλῶς κείμενον ἄγξαντες, καὶ πρὸς τὸν ἴδιον μεταθέντες σκοτὸν, ὥσπερ ὁρμητηρίῳ καταφυγόντες, ἀποστολικὴν ἡμῖν πειρῶνται ἀναγινώσκειν φωνήν· Ὅτι Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καί φασιν· Ἰδοὺ μετασχηματισμὸν προφανῶς ὁ Ἀπόστολος ἀπεφήνατο γενέσθαι· μὴ προσέχοντες τῷ ἀποστολικῷ σκοπῷ, ἢ ἑκόντες μᾶλλον παραλογιζόμενοι πρὸς τὸ ἄμαχον οἴεσθαι ἔχειν ἀπόδειξιν. Οὐ γὰρ τοῦ σώματος ἔφη μετασχηματισμὸν ὁ Ἀπόστολος, ἀλλὰ τῆς τοῦ σώματος ταπεινώσεως, τουτέστι θανάτου, καὶ φθορᾶς καὶ ἀσθενείας, καὶ τῆς λοιπῆς κατὰ τὸν βίον ταπεινώσεως. Περὶ ὧν σαφέστερον ἐν τῷ περὶ ἀναστάσεως Κορινθίοις γράφων φησί· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· φθορὰν, καὶ ἀτιμίαν, καὶ ἀσθένειαν, τόν τε θάνατον, καὶ τὴν μετὰ θάνατον λέ 96.497 γων φθοράν· ἀφθαρσίαν δὲ, καὶ δόξαν, καὶ δύναμιν, τήν τε ἀνάστασιν, καὶ τὰ μετ' αὐτὴν ἀγαθά. Καὶ μετ' ὀλίγα· Ὅτι δὲ μεταποιεῖσθαι ἢ μετασχηματίζεσθαι ἡ θεία Γραφὴ, οὐ πάντως τοῦ τῆς φυσικῆς συνθέσεως λέγει σχήματος, ἀλλ' ἀπὸ τῶν προσόντων, εἴτε ἐπὶ τὸ ἐνδοξότερον, εἴτε ἐπὶ τὸ ἀτιμότερον μεταποιουμένων, ἔνεστιν ἐκ τῶν πολλῶν κατανοῆσαι τῶν ἐν τῇ θείᾳ κινουμένων Γραφῇ, ὡς ὅταν ἐπὶ τοῦ ∆εσπότου λέγῃ, ὅτι μετεμορφώθη ἔμπροσθεν αὐτῶν· ἀλλ' ἀπὸ τοῦ εὐτελεστέρου ἐπὶ τὸ ἐνδοξότερον μεταμορφωθείς. Ἐδήλωσε γὰρ ἡμῖν ὁ εὐαγγελιστὴς εὐθὺς τὸν τρόπον τῆς μεταμορφώσεως, ὅτι ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο ὡς τὸ φῶς· τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον. Οὐ τοῦτο λέγει, ὅτι τὴν θέσιν αὐτοῦ ἠμείψατο τοῦ προσώπου, ἀλλὰ τὴν δόξαν. Καὶ ταύτην αὐτοῦ τὴν ἐπὶ τῇ δόξῃ μεταμόρφωσιν, ὁ Κύριος εἶπεν εἶναι τῆς μελλούσης αὐτοῦ ἐξ οὐρανοῦ παρουσίας ὁμοιότητα. Φησὶ γὰρ πρὸς τοὺς περὶ τῆς ὀπτασίας ταύτης λέγων, ὅτι Εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵ τινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ· ἢ κατὰ τὸν ἄλλον εὐαγγελιστὴν, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει· περὶ Πέτρου λέγων, καὶ Ἰακώβου, καὶ Ἰωάννου. Εὐθὺς γὰρ συνάπτουσιν. ὁ μὲν, Ἐγένοντο, λέγων, ὡς ἡμέραι ὀκτὼ μετὰ τοὺς λόγους τούτους· τὰς πάσας ἀριθμήσας, ἐπήγαγε· Καὶ παραλαμβάνει τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, καὶ τὰ ἑξῆς, περὶ τῆς προκειμένης ἐξηγήσατο ὀπτασίας· ὁ δὲ, Μεθ' ἡμέρας ἓξ, τὰς μέσας μόνας μνημονεύσας. Παυσάσθωσαν τοίνυν οἱ τῶν θείων παρεξηγεῖσθαι τὰς ἐννοίας ἐπιχειροῦντες, τῇ τῶν ἀποστόλων ἐμμένοντες παραδόσει, καὶ τῇ ἐξ ἀρχῆς παραδοθείσῃ, καὶ ἐμπολιτευομένῃ τῶν Ἐκκλησιῶν δόξῃ, ὅτι τὴν τῶν ἀνθρώπων παραλαβοῦσα καὶ