1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

30

ἐρωτᾷς τὸ ὄνομά μου; Ἀπόχρη γὰρ ὠφελεῖσθαι τὰς ἐμὰς εὐφημήσεις. Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. - Θεὸς λέγεται, διὰ τὸ τεθεικέναι πάντα τῇ ἑαυτοῦ ἐξουσίᾳ καὶ ἀσφαλείᾳ, καὶ διὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, καὶ κινεῖν, καὶ κυβερνᾷν, καὶ ζωογονεῖν τὰ πάντα. 96.533 Ἐκ τοῦ μαρτυρολογίου τοῦ ἁγίου Βαβυλᾶ. - Νουμεριανὸς εἶπε· Τί ἐστι Θεός; αὐτὴν τὴν προσηγορίαν εἰπέ μοι, τί ἑρμηνεύεται; Βαβυλὰς εἶπε· Θεοῦ ὄνομα μὴ ζήτει· οὐ γὰρ εὑρήσεις. Πᾶν γὰρ τὸ ὀνομαζόμενον ὑπὸ τοῦ κρείττονος ὀνομάζεται, ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ. Τίς οὖν ὁ ὀνομάσας Θεόν; Θεὸς οὐκ ὄνομα, ἀλλὰ δόξα περὶ Θεοῦ. ΣΤΟΙΧΕΙΟΝ Π. ΤΙΤΛ. ΚΕʹ. -Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν. Τοῦ ἁγίου ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Ἐφεσίους αὐτοῦ ἐπιστολῆς. -Οὐδὲν λανθάνει ὑμᾶς, ἐὰν εἰς Χριστὸν Ἰησοῦν ἔχητε τὴν πίστιν, καὶ τὴν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος. Ἀρχὴ μὲν ἡ πίστις· τέλος δὲ ἡ ἀγάπη. Τὰ δὲ δύο ἐν ἑνότητι γινόμενα, Θεός ἐστι· τὰ δὲ ἄλλα πάντα εἰς καλοκαγαθίαν ἀκόλουθά εἰσιν. Οὐδεὶς πίστιν ἐπαγγελλόμενος ἔχειν, ἁμαρτάνει. Οὐδεὶς ἀγάπην κεκτημένος μισεῖ. Φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ. Οὕτως οἱ ἐπαγγελλόμενοι Χριστοῦ εἶναι, δι' ὧν πράσσουσιν ὀφθήσονται. Οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον, ἀλλὰ δυνάμει πίστεως, ἐάν τις εὑρεθῇ εἰς τέλος. Τοῦ αὐτοῦ. -Ἡ πίστις ἡμῶν ἀναγωγεὺς ἡμῶν· ἡ δὲ ἀγάπη, ὁδὸς ἡ ἄνω φέρουσα πρὸς Θεόν. Ἐκ τῆς πρὸς Μαγνησίους τοῦ αὐτοῦ ἐπιστολῆς. -Μάθωμεν κατὰ Χριστιανισμὸν ζῇν. Ὅστις γὰρ ἄλλῳ ὀνόματι καλεῖται πλεῖον τούτου, οὐκ ἔστι τοῦ Θεοῦ. Τοῦ Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Ὥσπερ οἱ βλέποντες τὸ φῶς, ἐντός εἰσι τοῦ φωτός, κ. τ. ἑ. Τοῦ ἁγίου Τίτου ἐπισκόπου Βοστρῶν. -Ῥητέον τοίνυν ὅτι παρήχθη πρὸς τοῦ δημιουργήσαντος ὁ ἄνθρωπος εἰς βίον, ἐμπορευόμενος ἕτερον οὐδὲν, ἢ μόνον εὐσέβειάν τε καὶ ἀρετήν. Ταῦτα γὰρ κτησάμενος, καλῶς ἂν διανήξαιτο τόνδε τὸν βίον. Ἀμελήσας δὲ τούτων, χαλεπῶς ἂν διαβαπτισθείη πλανώμενος. Τοῦ αὐτοῦ, ἐκ τοῦ δʹ λόγου. -Ἔστιν ἡ κατὰ Θεὸν πίστις γνῶσις Θεοῦ, διά τε τῆς ὁρωμένης δημιουργίας, καὶ τῶν φυσικῶν ἐννοιῶν μετ' εὐνοίας καὶ ἀγάπης τῆς πρὸς αὐτὸν κατ' ἐπιστήμην ἀρετῆς καὶ κακίας εὐαρεστοῦσα Θεῷ. Ἀντιπάτρου ἐπισκόπου. -Πίστις, ᾗ μόνῃ δέδοται Θεὸν εἰδέναι. Μεθοδίου, ἐκ τοῦ κατὰ Πορφυρίου. -Ἡμέτερον μὲν ὄντως ἐστὶ κακὸν, κ. τ. ἑ. Θεοτίμου. -Παρὰ τὸν Θεὸν οὐδὲν ἐπίστασθαι δεῖ. Σευηριανοῦ ἐπισκόπου Γαβάλων, ἐκ τοῦ κατὰ τῶν αἱρετικῶν. -Οὐχ ὁ παντὶ πιστεύων πιστὸς λέγεται, ἀλλ' ὁ Θεῷ πιστεύων, μόνος πιστὸς καὶ ἔστι, καὶ λέγεται. Κατάλιπε ζητήσεις, καὶ ἄσπασαι πίστιν· πίστις τὰ πάντα φωτίζει. Πάντα πίστις ἁγιάζει· πίστις Πνεύματος ἁγίου καταξιοῖ τὸν ἔχοντα· Στέφανος γὰρ πλήρης πίστεως. Εἰ μὴ προέδραμεν ἡ πίστις, δύναμις οὐκ ἠκολούθει τῷ ἁγίῳ. Ὅπου πίστις, ἐκεῖ ἀκολουθεῖ δύναμις, ἐκεῖ τὸ Πνεῦμα τὸ ἅγιον 96.536 κατοικεῖ· ὅπου ἀπιστία, ἐκεῖ ἀσθένεια, ἐκεῖ τὸ πονηρὸν πνεῦμα. Ἀρχὴ τῶν ἀγαθῶν, πίστις· πηγὴ τῶν ἀγαθῶν, ἡ ἐπὶ Θεὸν πίστις. Λάβωμεν τὸ ὅπλον τῆς σωτηρίας. Λέγουσι γὰρ οἱ τῇ ἀληθείᾳ καὶ πίστει ἀντιπίπτοντες, ὅτι τὸ ἀλόγιστον αὐτῆς βλαβερὸν, κἂν μὴ ἐξητασμένος ᾖ λογισμὸς συνημμένος, ἡ πίστις οὐδαμῶς κέρδος φέρει τῷ πιστεύοντι. Ὅρα μοι τὰ σκολιὰ ῥήματα. Ὅρα μοι τῶν πικρῶν ὄφεων τὰς ποικιλίας. Ἀλλ' οὐ δεῖ ταράττεσθαι. Ἐκεῖνο γὰρ, ἀδελφοὶ, εἰδέναι χρὴ, ὅτι οὐκ εἰδέναι πολλοὶ τρόποι. ∆ύναταί τις εἰδέναι, ὅτι ἔστι Θεός· τὸ πῶς δέ ἐστιν, οὐκ οἶδεν· ἐπεὶ καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων πολλαὶ τῆς γνώσεως ὁδοί. Οἶδα τόνδε τὸν ἄνθρωπον ἐν τῇδε τῇ πόλει διάγοντα. Οὐ μὲν οἶδα καὶ ποίαν ἐργασίαν μετέρχεται. Οἶδα ἕτερον τήνδε μετιόντα τὴν ἐργασίαν. Οὐ μὲν οἶδα καὶ πόθεν φέρει τὸ γένος· καὶ μέρει μὲν γινώσκω, μέρει δὲ ἀγνοῶ, καὶ οὐ πάντως, οὔτε μερικὴ γνῶσις ὁλόκληρον εἰσάγει γνῶσιν· οὔτε τὸ μὴ κατὰ πάντα γινώσκειν, τὴν μερικὴν ἀναιρεῖ. Τί οὖν; Οἶδα τὸν Θεὸν ὅτι ἀγαθός ἐστιν, ὅτι ἔστιν, ὅτι ἀθάνατός ἐστιν, ὅτι ἄφθαρτός ἐστιν, ὅτι ἀπερινόητος, ὅτι ἀκατάληπτος, ὅτι ἀναλλοίωτος. Ταῦτα πάντα οἶδα καὶ εἰδὼς προσκυνῶ. Τὸ δὲ πῶς ἐστιν οὐκ οἶδα,