1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

19

κηρύττουσα ἀνάστασιν, καὶ οὐδὲν ἄλλο ἀνθρώπους γινώσκει, ἢ ὅπερ οἶδεν εἶναι ἀνθρώπους· τὸ δὲ μὴ τοιόνδε σχῆμα, οὔτε οἶδεν, οὔτε ἐδίδαξεν ἄνθρωπον ὄντα. Τοῦ αὐτοῦ, ἐκ κεφαλαίων ιʹ. -Εἰ τοίνυν αἰώνιοι σκηναὶ καὶ ἀνέκλειπτοι θησαυροὶ, καὶ αἰώνιος τῶν ἁμαρτωλῶν ἡ ἀνταπόδοσις, ποῦ χώραν ἕξει μετὰ τὴν ἀνάστασιν πάλιν ἀποβολὴν σωμάτων λέγειν, καὶ πάλιν ἐκτρέπεσθαι, καὶ εἰς τὸν αὐτὸν καταπίπτειν κόσμον, τοῦ Ἀποστόλου σαφῶς λέγοντος, καὶ ἀποδεικνύντος τὴν ἀμετάπτωτον τάξιν τῶν μελλόντων; Νυνὶ δὲ ἐπαγγέλλεται λέγων· Ἔτι ἅπαξ ἐγὼ σείω, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν, λέγει Κύριος. Τὸ δὲ, ἔτι ἅπαξ, δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Εἰ οὖν ἅπαξ καὶ μηκέτι σαλευθῆναι διδασκόμεθα, πῶς μαθηταὶ τοῦ Εὐαγγελίου, οἱ τὸ μέγα τῆς ἀναστάσεως ἡμῶν δῶρον, καὶ τῆς Ἐκκλησίας τὸ καύχημα διασύροντες, καὶ πάλιν ἔκπτωσιν τῶν σωμάτων ἡμῖν καταγγέλλοντες; Εἰ γὰρ κακὸν τὸ ταῦτα διαιωνίζειν, ὑπὲρ ὅτου καὶ ἐξανίστανται; Καὶ εὐαγγελισμὸς, καὶ χαρὰ ἡ τούτων ἀνάστασις καταγγέλλεται· 96.500 καὶ ὁ μέγας Παῦλος ἁλύσεων ὑπὲρ τῆς ἐλπίδος ταύτης περικειμένων ἠνείχετο, περὶ δὲ ἐλπίδος καὶ ἀναστάσεως τῶν νεκρῶν κρινόμενος, ἐλπίδα ἔχων εἰς Θεὸν, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν δικαίων τε, καὶ ἀδίκων, καὶ διδάσκει, μὴ ἄπιστον κρίνεσθαι τὸ κήρυγμα αὐτοῦ. Εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει, ὑπὲρ τίνος, εἴ γε καλὸν τὸ ἄνευ σώματος εἶναι τὰς ψυχὰς ἅπαξ ἀπαλλαγεῖσας αὐτῶν; Τί μὴ ἐξ εὐθείας μένουσιν ἐν τῇ μετὰ θάνατον ἀθανάτῳ καταστάσει, εἰ καὶ μὴ πάντων, ἀλλὰ κἂν τῶν δικαίων· ἀλλὰ τοὐναντίον πόρους ἡμῖν, καὶ φιλοτιμίαν αὐτὸς ὁ Κύριος εὐαγγελιζόμενος βοᾷ· Ἔρχεται ὥρα, ὅτε οἱ ἐν τοῖς μνημείοις ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἰ τοίνυν ἐν τῇ ἄκρᾳ τελειότητι περιττὰ, καὶ ἀποβολῆς ἄξια τὰ σώματα, τίς χρεία (πάλιν γὰρ ἐρῶ) ὡς μέγα τι δωρεῖσθαι, καὶ ἐπαγγέλλεσθαι τὸν ∆εσπότην τῷ εἰς αὐτὸν ἠλπικότι, Ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρα, καὶ ὅτι Ἀνταποδοθήσεταί σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων, οὔσης πᾶσιν ἀποβολῆς τῶν ἀνισταμένων σωμάτων; Καὶ μετ' ὀλίγα· Εἰ δὲ ἡ ἀνάστασις ἀτελὴς, διὰ τὸ πάλιν ἔχειν τὰ σώματα, κατὰ τοὺς ταῦτα ἀποῤῥίπτεσθαι δογματίζοντας, ἄρα οὐχ ἡ ἀνάστασις, ἀλλ' ἄρα ὁ θάνατος μεγάλη τυγχάνει δωρεὰ, διὰ τὸ ἀπαλλάττειν τοῦ σώματος τὴν ψυχὴν, καταδίκη δὲ ἡ ἀνάστασις, διὰ τὸ πάλιν δεσμεῖν αὐτὴν πρὸς τὸ σῶμα· καὶ διέφθαρται τὰ τῆς ἐλπίδος, ἐν τοῖς χείροσι πάλιν διὰ τῆς ἀναστάσεως γινομένων ἡμῶν. Κἂν γὰρ ἀθάνατος ἡ ψυχὴ, ἀλλὰ μὴ οὖσαν ἄνθρωπον, οὐδὲν ἀπωλείας διαφέρειν οἴεται ὁ Ἀπόστολος· μὴ γὰρ ἄλλως αὐτὴν ἀπολαύειν, ἢ κρατεῖν, ἢ πράττειν τι, ἢ πάσχειν, ἢ καθὼς ἐξ ἀρχῆς δεδημιούργηται μετὰ τοῦ σώματος, αὐτὴν οὖσαν καὶ τὴν ἰδίαν ἀπόλαυσιν ἔχουσαν, ἄνπερ τῷ θανάτῳ διὰ τὴν παρακοὴν τοῦ ἑνὸς ἀνθρώπου Ἀδὰμ λυθεῖσα, πάλιν διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς Χριστοῦ, διὰ τῆς ἐλπίδος ἀπέλαβεν πάλιν τὸ γενέσθαι ἄνθρωπος. Ἀλλὰ πάντως ἐροῦσι, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἀπορεῖν γὰρ αὐτοὺς παρασκευάζει τὰ γεγηρακότα καὶ ἀτελῆ τῶν σωμάτων ὑπεξερχόμενα τοῦ βίου, προσέτι δὲ καὶ ἠκροτηριασμένα. Ταῦτα γὰρ ἡμῖν οἱ τῆς ἀναστάσεως ἄπιστοι συνεχῶς ἐπιλέγουσι, καὶ ἀπαιτοῦσιν, ὅτι εἰ κοινὴ πάντων ἡ ἀνάστασις, κοινὴ πάντων καὶ ἡ δόξα, εἴπερ δόξα ἡ ἀνάστασις. Ἀλλὰ δεχέσθωσαν δι' ὑποδείγματος τὸν λόγον· οὐ γὰρ κύριοι ἡμεῖς ἐν τοῖς περὶ τῶν τηλικούντων λόγοις λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλὰ τοῦ ταῦτα παρὰ τοῦ Θεοῦ πιστευθέντος, καὶ κηρύξαι, καὶ μυσταγωγῆσαι τὴν Ἐκκλησίαν· ὅτι σῖτος, ἤ τι τῶν τοιούτων σπερμάτων, οὐ πᾶς σῶος, οὐδὲ ὑγιὴς, ἀλλὰ καὶ διαβεβρωμένος καὶ ἀτελής· ἀδύνατον γὰρ καὶ μὴ τοιούτους εἶναι ἐν τῷ σπόρῳ κόκκους· καὶ ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἐθέλησε· πρῶτον διὰ σηπεδόνος καὶ θανάτου διαλυθέντος τοῦ κόκκου· εἶθ' οὕτως ἐπὶ τὸ σπαρὲν διὰ μέσου χωρούντων ῥίζης φύλλου καὶ καλάμου ἀστάχυος· καὶ τότε τὸ 96.501 ἴδιον ἐπιγίνεται σπέρμα, ὅπερ ἐσπάρη, οὔτε τὴν θέσιν, οὔτε τὸ σχῆμα,