1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

13

ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Εἰ δὲ λέγει τις, κ. τ. ε. ΤΙΤΛ. ΝΕʹ. -Περὶ ἀνακαινισμοῦ τῶν ὁρωμένων, λέγω δὴ οὐρανοῦ καὶ γῆς. Τοῦ ἁγίου Εἰρηναίου. -Οὐχ ἡ ὑπόστασις, οὐδὲ ἡ οὐσία, κ. τ. ε. ΤΙΤΛ. Ξʹ. -Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ ὁμονοίας καὶ εἰρηνοποιῶν. ∆ιονυσίου Ἀλεξανδρείας, ἐκ τῆς δʹ ἑορταστικῆς ἐπιστολῆς. -Ἡ ἀγάπη προπηδᾷ πάντως, τὶ ὀνῆσαι καὶ ἄκοντα θηρωμένη, καὶ πολλάκις ὀκνοῦντά τινα ὑπ' αἰδοῦς· καὶ διὰ τὸ μὴ βούλεσθαι βαρὺν ἑτέρῳ γενέσθαι τὸν εὖ πάσχειν παραιτούμενον, καὶ μᾶλλον αὐτὸν δυσφορεῖν στέργοντα τοῖς ἰδίοις ἀλγεινοῖς, ὑπὲρ τοῦ μὴ πράγματά τινι καὶ ὄχλησιν παρασχεῖν, ὁ πλήρης ἀγάπης πολλὰ καθικέτευσεν ἀνασχέσθαι καὶ ὑπομένειν ὡς ἀδικούμενον, καὶ ἐπικουρούμενον, καὶ χάριν ἄλλῳ μεγίστην, οὐχ ἑαυτῷ παρασχεῖν τὸ ἑαυτοῦ δι' ἐκείνου λωφῆσαι κακόν. Κλήμεντος, ἐκ τοῦ ηʹ Στρωμάτων. -Ἀγάπη 96.481 ἑκουσίων ἄρχει, ἀκόντων δὲ φόβος οὗτος ὁ φαῦλος. Ὁ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν ἡμᾶς, εἰς Χριστὸν ἄγει, καὶ ἔστι σωτήριος. ΤΙΤΛ. ΞΑʹ. -Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς. Ἐκ τοῦ αὐτοῦ (Ἰουστίνου) πρὸς Ἀντωνίνον αὐτοκράτορα. -Τοὺς κατὰ ἀλήθειαν εὐσεβεῖς καὶ φιλοσόφους μόνον τἀληθὲς τιμᾷν καὶ στέργειν ὁ λόγος ὑπαγορεύει, παραιτουμένους δόξαις πολλῶν ἐπακολουθεῖν, ἐὰν φαῦλαι ὦσιν. Οὐ γὰρ μὴ ἕπεσθαι τοῖς ἀδίκως τι πράξασιν, ἢ δογματίσασιν, ὁ σώφρων λόγος ὑπαγορεύει, ἀλλὰ ἐκ παντὸς τρόπου, καὶ πρὸ τῆς ἑαυτοῦ ψυχῆς τὸν φιλαληθῆ, κἂν ὁ θάνατος ἀπειλῆται, τὰ δίκαια πράττειν τε καὶ λέγειν αἱρεῖσθαι δεῖ. Λανθάνει μὲν ὡς εἰκὸς αὐτοὺς, ὡς ἐκ πλάνης τῇ ἀληθείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκὼς, αὐτὸς δὲ ἀληθῶς οἶδεν ἑαυτὸν, οὐχ, ὅ φασιν ἐκεῖνοι, μαινόμενον, ἀλλὰ τῆς ἀστάτου καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπῆ τῆς πλάνης ποικιλίαν φθορᾶς, διὰ τῆς ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης ἀληθείας ἠλευθερωμένον. Τοῦ αὐτοῦ, ἐκ τοῦ περὶ ἀναστάσεως. -Ὁ μὲν τῆς ἀληθείας λόγος ἐστὶν ἐλεύθερος, κ. τ. ε. Τοῦ ἁγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ εʹ μέρους τῆς ἀπολογίας αὐτοῦ. -Τὸ εὖ πράττειν ἡγοῦμαι, ὦ ἄνδρες, οὐκ ἄλλο τι εἶναι, ἢ τὸ κατὰ ἀλήθειαν ζῇν. Τὸ δὲ εὖ ζῇν καὶ κατὰ ἀλήθειαν, οὐκ ἄνευ τοῦ κατανοῆσαι τὴν τῶν πραγμάτων φύσιν. Τοῦ αὐτοῦ, ἐκ τοῦ πρὸς Τρύφωνα βʹ λόγου. - Πᾶς ὁ δυνάμενος λέγειν τὸ ἀληθὲς, καὶ μὴ λέγων, κριθήσεται ὑπὸ τοῦ Θεοῦ. Τοῦ ἁγίου Ἐφραιμίου ἀρχιεπισκόπου Ἀντιοχείας, ἐκ τοῦ γʹ κεφαλαίου τοῦ περὶ τοῦ γραμματικοῦ Ἰωάννου καὶ τῆς συνόδου. -Αὐταρκής ἐστιν ἡ ἀλήθεια, τοὺς πειρωμένους διαφιλονεικεῖν πρὸς ἑαυτὴν μεθιστᾷν· ὅπως ἂν διαῤῥήδην γνωρίζοιτο, ὡς ἀήττητον ὅπλον καὶ παντάπασιν ἄμαχον καθέστηκεν. Ἀντιπάτρου ἐπισκόπου Βοστρῶν. -Αὐταρκὴς πρὸς συνηγορίαν ἑαυτῇ ἡ ἀλήθεια, τοῖς ὀξεῖ τῷ τῆς ψυχῆς ὄμματι βλέπουσιν. Φίλωνος, ἐκ τοῦ βʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. - Παρ' ἐνίοις νομοθέταις ἀπείρηται μαρτυρεῖν ἀκοῇ, ὡς τὸ μὲν ἀληθὲς ὄψει πιστούμενον, τὸ δὲ ψεῦδος ἀκοῇ. ΤΙΤΛ. Ξ∆ʹ. -Περὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων τὸ δίκαιον. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ αʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. -Ἐντεῦθεν οἶμαι καταθρῆσαί τε ῥᾷον, κ. τ. ε. ΤΙΤΛ. ΞΗʹ. -Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ. Τοῦ ἁγίου Σεραπίωνος, ἐκ τῆς νεʹ ἐπιστολῆς. - Ἁρμόζει τῷ ἐγκρατεῖ καὶ τοὺς ὄχλους φυγεῖν, ἵνα τὸν νοῦν ἀπερίσπαστον ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον· πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. 96.484 Ἐκ τῆς αὐτῆς. -Μέγας συνεργὸς πρὸς τελειότητα τῶν ἀνθρώπων ἐστὶν ἡ ἀναχώρησις. ∆ιδύμου, ἐκ τοῦ εἰς τὸ κατὰ Ἰωάννην. -Ὧ ἔρως εἰσέρχεται γνῶσιν ἁγίαν ἔχειν, σχολασάτω ἀπὸ τοῦ κόσμου, καὶ τῆς ἐπιθυμίας αὐτοῦ, καὶ τῶν τῆς σαρκὸς ἔργων, ἵνα προσβαλῇ αὐτῷ εἰρηκότι, Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Φίλωνος, ἐκ τοῦ δʹ τῶν ἐν Γενέσει Ζητημάτων. - ̔Ο σοφὸς ἠρεμίαν καὶ ἀπραγμοσύνην μεταδιώκει, ἵνα τῶν θείων ἐν εὐκαιρίᾳ ἐπιτύχῃ. Ἐκ τοῦ εʹ τῶν αὐτῶν. -Οὕτως γὰρ ὁ σοφίας ἐραστὴς οὐδενὶ τῶν εἰκαιοτέρων κἂν συμπεφυκὼς τυγχάνῃ, σύνεστιν, ἢ συνδιατρίβει πονηροτάτῳ, διεζευγμένος τῶν πολλῶν