1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

21

ἀκοῦσαι τὸν λόγον αὐτοῦ, πῶς ἔξω τοῦ ἰδίου μακαρισμοῦ καθεστηκέναι τούτους νομίσαι τις δυνηθείη; εἰ μή τις δ' ἂν ἐρεῖ μὴ θέλειν ἐπιτάττειν αὐτοῖς, ὥστε ἐπανελθεῖν αὐτοὺς εἰς τὴν ἀρχῆθεν τελείαν μακαριότητα· Ἐπιταττόμενοι γὰρ, δυνατοὶ ἰσχύϊ τυγχάνουσι κατὰ τὸν προφήτην ποιεῖν τὸν λόγον αὐτοῦ, καὶ ἀκούειν τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀψευδὴς γὰρ ἡ τοῦ Πνεύματος μαρτυρία. Πῶς δὲ καὶ ἐζήλωσαν διὰ τοὺς ἀπολέσαντας τὸ καλὸν παρὰ τοῦ Κυρίου καταβληθὲν σπέρμα, καὶ τὴν αὐτῶν διόρθωσιν ἐπιτραπῆναι παρὰ τοῦ Κυρίου ἐζήτουν αὐτοὶ, τοῦ πρώτου σπέρματος τὴν καθαρότητα ἀποβαλόντες; Πρὸς οὓς ὁ Κύριος οὐκ ἔφη, ὅτι ∆ιὰ τί καὶ ὑμεῖς ἀποβάλλετε τὴν πρώτην ὑμῶν πρὸς τὸν Θεὸν κινηθέντες ἕνωσιν, ἀλλ' ἐνδοῦναι τέως αὐτοῖς, καὶ κατὰ καιρὸν τὸν προσήκοντα τοῦτο ποιεῖν ἐπιτρέπεσθαι αὐτούς; Ἀνθ' ὅτου δὲ, καὶ ὁ Κύριος ἐλεύσεσθαι λέγει μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ, μὴ ἐχόντων τὴν ἐξαρχῆθεν ἁγιωσύνην; Τοῦ ∆εσπότου δὲ δικαιοῦντος, τίς ὁ κατακρινῶν; πῶς δὲ εἴπερ οὐχ ὑπάρχουσιν ἐν τῇ ἰδίᾳ μακαριότητι, ὁ μέγας γράφει Μωϋσῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ. Οὐ γάρ ἐστιν, ὡς οἶμαι, ἐπιδοξοτέραν περὶ αὐτῶν ἀφιέναι φωνὴν, τοῖς ἔθνεσι τοὺς τοῦ Θεοῦ ἀγγέλους ἐπιστατεῖν, καὶ γενέσθαι μερίδα Κυρίου τὸν ἐξ Ἰακὼβ λαὸν, εἰς τοσοῦτον ὕψος ἀνάγων αὐτοὺς, ὡς εἰς μερισμὸν ἐλθεῖν μετὰ Κυρίου. Εἰ γὰρ καὶ διὰ τὴν τοῦ λαοῦ δόξαν ὑπερβολικώτερον λέλεκται, ἀλλ' ὅμως δόξαν οὐ τὴν τυχοῦσαν τοῖς ἀγγέλοις περιποιεῖται. 96.505 Καὶ ὅτι ἀποστέλλειν εἰς τὸν τόπον αὐτοῦ ὁ Θεὸς τὸν ἄγγελον αὐτοῦ ἐπαγγέλλεται, εἰς τὸ καταπαῦσαι τὸν λαὸν μεμαθήκατε· οὗ τί ἂν ἐντιμότερον γένοιτ' ἄν; Καὶ ὁ μακάριος δὲ Μιχαίας ἐν ὀπτασίᾳ ἑωρακέναι τὸν Θεὸν λέγει, καὶ πᾶσαν τὴν δύναμιν τοῦ οὐρανοῦ παρίστασθαι ἔμπροσθεν αὐτοῦ, καὶ χιλίας χιλιάδας λειτουργοῦντας αὐτῷ ὁ ∆ανιὴλ θεάσασθαι λέγει, καὶ παρεμβολὴν Θεοῦ ὁ Ἰακὼβ τὴν τῶν ἀγγέλων ὑπάντησιν ὀνομάζει. Καὶ μυρία ἄν τις εὕροι τὴν ἀκροτάτην δόξαν μαρτυρούσης τῆς θείας Γραφῆς ταῖς οὐρανίοις δυνάμεσι. Τοῦ γὰρ Ἀποστόλου δεδοίκαμεν παραθέσθαι φωνὴν, μὴ πάλιν ἔγκλησιν ὑπομείνῃ, ὅτι Πόθεν ταῦτα λαβὼν λέγει; Εἰ δὲ μή γε καὶ αὐτὸς διαῤῥήδην βοᾷ· ∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων. Καὶ ἐν φωνῇ ἀρχαγγέλου φησὶ σημαίνεσθαι τὴν τοῦ Κυρίου παρουσίαν. Περὶ μὲν γάρτοι τῶν Χερουβὶμ, ἢ τῶν Σεραφὶμ, οὐδὲν δυνάμεθα λέγειν, διὰ τὸ μαθεῖν τὸν συγγραφέα παρὰ τοῦ Ἑβραίου· ὅστις καὶ ἔστιν ὁ παρ' αὐτοῦ σημαινόμενος Ἑβραῖος· ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον τούτοις σεμνύνεται. Τίς οὖν ἄρα οὕτω τολμηρὸς, ἵνα τῆς ἰδίας ἀξίας ἀποστάντας, καὶ κατάπτωσιν ὑπομείναντας, ἐπὶ τοσαύτῃ δόξῃ μαρτυρεῖσθαι ὑπὸ τοῦ Πνεύματος ἁγίου; Εἰ δὲ δυνατοὶ ἰσχύϊ τυγχάνουσι ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, καὶ ζητοῦσιν ἀπολέσθαι τοὺς ἀσεβεῖς διὰ τὴν πρὸς τὸ Θεῖον εὔνοιαν, καὶ ἔμπροσθεν παρίστασθαι, καὶ λειτουργεῖν, καὶ ἐκ δεξιῶν εἶναι Θεοῦ σημαίνονται, τίς ὁ ὑπὲρ ταῦτα φανταζόμενος, καὶ τῆς τοσαύτης ἀξιοπιστίας τὸ μεῖζον ἐννοῶν, μὴ σφόδρα παραπαίων, καὶ τῶν θείων Γραφῶν παρ' οὐδὲν λογιζόμενος τὰς μαρτυρίας; οὐδὲν γὰρ ἡμεῖς ἐπιδοξότερον τούτων ἐννοεῖν δυνάμεθα, μήτιγε αὐτὸν τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἅγιον Πνεῦμα ταῦτα καὶ τὰ τοιαῦτα περὶ τῶν οὐρανίων ταγμάτων δεδήλωκεν. Αὐτοὶ δὲ πόθεν μαθόντες, ὅτι τῆς πρώτης μακαριότητος ἀποστάντες εἰς διάφορα τάγματα σωματωθέντες ἀπεμερίσθησαν, λεγέτωσαν. Ἀλλ' ὁ διάβολος, φησὶν, δέδεικται, ὅτι τοιοῦτος μὲν οὐκ ἐκτίσθη, ἐξ ἰδίας δὲ πονηρίας εἰς τοῦτο κατέπεσε. ∆ῆλον οὖν, ὅτι κἀκεῖνοι ἐξ ἰδίας ἀνδραγαθίας εἰς τοῦτο ἦλθον. Ἀλλ' ἀποκρινέσθωσαν, τί ὄντες ἐξ ἀνδραγαθημάτων ἰδίων πρὸς τοῦτο ἦλθον; κρείττους οὗπέρ εἰσιν, ἢ χείρους; ἀλλὰ πάντως ἐροῦσι, κρείττους, καὶ οὐχ ἁπλῶς κρείττους, ἀλλὰ πολὺ τὸ μέσον ὅσον ὁ προλαβὼν ἐδήλωσε λόγος. Ἀλλ' οὐδεὶς πώποτε ἐπὶ τὸ χεῖρον ἐξ ἀνδραγαθημάτων ἔρχεται. ἀλλὰ πολλοὶ ἐπὶ τὸ κρεῖττον. Εἰ οὖν ἐπὶ τὸ χεῖρον ἦλθον, ὦ βέλτιστοι, ἐξ ἁμαρτιῶν, καὶ οὐκ ἐξ