1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

10

ἔδωκε τῷ ἀνθρώπῳ τῷ πρωτογενεῖ καὶ σπουδαίῳ, καθ' ὃ ἐπιστημονικὸς ὢν, πέφυκε λογίζεσθαι, καθάπερ ὑφηγητὴς γνώριμον κινεῖ πρὸς ἐπίδειξιν οἰκείαν, καὶ ἀφορᾷ τὰ ἄριστα αὐτοῦ τῆς ψυχῆς ἔγγονα. Φανερῶς δὲ πάλιν καὶ διὰ τούτου πᾶν τὸ ἑκούσιον καὶ ἐφ' ἡμῖν διατυποῖ, τοὺς πάντα κατ' ἀνάγκην εἶναι λέγοντας δυσωπῶν, ᾗ ἐπεὶ ἔμελλον οἱ ἄνθρωποι χρῆσθαι, διὰ τοῦτο ἄνθρωπον αὐτὰ θέσθαι προσέταττεν. Ἀνδρὸς δὲ ἐπιστημονικωτάτου καὶ φρονήσει διαφέροντος οἰκειότατον τοῦτο τὸ ἔργον· οὐ σοφῷ μόνον, ἀλλὰ καὶ τῷ πρώτῳ εὐγενεῖ τῶν ὀνομάτων ἡ θέσις. Ἔδει γὰρ ἡγεμόνα μὲν τοῦ ἀνθρωπείου, βασιλέα δὲ τῶν γηγενῶν πάντων, καὶ τοῦτο λαχεῖν γήρας ἐξαίρετον, ἷνα ὥσπερ πρῶτος ᾔδει τὰ ζῶα, καὶ πρῶτος ἀξιωθῇ τῆς ἐπὶ πᾶσιν ἀρχῆς, καὶ πρῶτος εἰσηγητὴς καὶ εὑρέτης γένηται τῶν ἐπωνυμιῶν. Ἄτοπον γὰρ ἦν, ἀνώνυμα αὐτὰ καταλειφθέντα, ὑπό τινος νεωτέρου προσονομασθῆναι, ἐπὶ καταλύσει τῆς τοῦ πρεσβυτέρου τιμῆς τε καὶ εὐκλείας. Καὶ θεασάμενος ὁ Ἀδὰμ τὸ πλάσμα τῆς γυναικὸς, ὡς προφήτης φησὶν, οὔτε γεγονέναι ἐκ συνομιλίας, οὔτε ἐκ γυναικὸς, ὡς οἱ μετέπειτα, ἀλλά τινα φύσιν ἐν μεθορίῳ, καθάπερ ἀπὸ ἀμπέλου κληματίδος ἀφαιρεθείσης εἰς ἑτέρας ἀμπέλου γέννησιν, διό φησιν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἔφη τὸ εὐαφέστατον καὶ αἰσθητικώτατον, ἐν ᾧ καὶ τὸ ἀλγεῖν καὶ τὸ ἥδεσθαι. Ἐκ τοῦ αὐτοῦ, ἤτοι τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ ζητουμένων. -Ἄβατος καὶ ἀπροσπέλαστος ὄντως ἐστὶν ὁ θεῖος χῶρος, οὐδὲ τῆς καθαρωτάτης διανοίας τοσοῦτον ὕψος προσαναβῆναι δυναμένης· ὡς θίξει μόνον ἐπιψαῦσαι ἀμήχανον ἀνθρωπίνῃ φύσει τὸ τοῦ ὄντος πρόσωπον θεάσασθαι. Τὸ δὲ πρόσωπον οὐ κυριολογεῖται· παραβολὴ δέ ἐστιν, εἰς δήλωσιν τῆς καθαρωτάτης καὶ εἰλικρινεστάτης 96.472 τοῦ ὄντος ἰδέας· ἐπειδὴ καὶ ἄνθρωπος οὐδενὶ γνωρίζεται μᾶλλον, ἢ προσώπῳ κατὰ τὴν ἰδίαν ποιότητα καὶ μορφήν. Οὐ γάρ φησιν ὁ Θεὸς, ὅτι Οὐκ εἰμὶ ὁρατὸς τὴν φύσιν· τίς δὲ μᾶλλον ὁρατὸς ἢ ὁ τὰ ἄλλα πάντα γεννήσας ὁρατά; πεφυκὼς δὲ τοιοῦτος εἰς τὸ ὁρᾶσθαι, ὑπ' οὐδενὸς ἀνθρώπων ὁρῶμαι, φησί. Τὸ δὲ αἴτιον ἡ ἀδυναμία τοῦ γενητοῦ, καὶ ἵνα μὴ περιπλέκων μηκύνω, Θεὸν γενέσθαι δεῖ πρότερον· ὅπερ οὐδὲ οἷόν τε· ἵνα Θεὸν ἰσχύσῃ τις καταλαβεῖν. Ἐὰν δὲ ἀποθάνῃ μέν τις τὸν θνητὸν βίον, ζήσῃ δὲ ἀντιλαβὼν τὸν ἀθάνατον, ἴσως ὃ μηδέποτε εἶδεν, ὄψεται. Αἱ φιλοσοφίαι πᾶσαι κατά τε τὴν Ἑλλάδα καὶ βάρβαρον ἀκμάσασαι, ζητοῦσαι τὰ φύσεως, οὐδὲ τὸ βραχύτατον ἠδυνήθησαν τηλαυγῶς ἰδεῖν. Σαφὴς δὲ πίστις. Αἱ διαφωνίαι, αἱ διαμάχαι καὶ ἑτεροδοξίαι, τῶν ἑκάστης αἱρέσεως ἀνασκευαζόντων καὶ ἀνασκευαζομένων μέρη, καὶ πᾶσιν ὁρμητήρια πολέμων γεγόνασιν αἱ τῶν αἱρεσιομάχων οἰκίαι, τυφλοῦσαι τὸν δυνάμενον βλέπειν ἀνθρώπινον νοῦν ταῖς ἀντιλογικαῖς ἔρισιν μηχανοῦντα τίνα δεῖ προέσθαι, καὶ τίνα διώσασθαι. ∆εῖ τὸν βουλόμενον φαντασιωθῆναι τὸν τῶν ὅλων ἄριστον, στῆναι τὸ πρῶτον κατὰ ψυχὴν, ἱδρυνθέντα παγίως γνώμῃ μιᾷ, καὶ μηκέτι πρὸς πολλὰ πλάζεσθαι· ἔπειτα δὲ στῆναι ἐπὶ φύσεως καὶ γνώμης ξηρᾶς, καὶ ἀγόνου πάντος, ὅσα φθαρτά. Ἐὰν γὰρ προσήσεταί τι τῶν μαλακωτέρων, σφαλήσεται τῆς προθέσεως· ἀδυνατήσει καὶ τὸ ὀξυωπέστατον βλέπον, ἰδεῖν τὸ ἀγένητον· ὡς τυφλωθῆναι πρότερον, ἢ θεάσασθαι διὰ τὴν ὀξυαύγειαν, καὶ τὸν ἀπεισρέοντα χείμαρρον τῶν μαρμαρυγῶν. Οὐχ ὁρᾷς ὅτι τοῦ πυρὸς ἡ δύναμις τοῖς μὲν ἀφεστηκόσι μεμετρημένον διάστημα παρέχει φῶς, κατακαίει δὲ τοὺς ἐγγίζοντας; Ὅρα μὴ τοιοῦτόν τι πάθῃς τῇ διανοίᾳ, μή σε ὁ πολὺς πόθος ἀδυνάτου πράγματος ἀναλώσῃ. ΤΙΤΛ. ʹ. -Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων. Ἰεζεκιήλ. -Εἶπε Κύριος πρός με· Υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς· οἳ ἔχουσιν ὀφθαλμούς .... διότι οἶκος παραπικραίνων ἐστί. ∆ιὰ τοῦτο ἀποστρέφω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν. Σχόλιον. Τοῦτο καὶ ἡμῖν ἐκ τῶν ἡμετέρων συμβέβηκεν ἁμαρτημάτων. Καύχημα γὰρ καὶ δόξασμα παντὸς γένους Χριστιανῶν ὁ σωτήριος