1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

29

θαῦμα, εἰ ἄνθρωποι μὴ χωροῦσιν ὅλως τῆς διοικησίας τοῦ Θεοῦ τὸν λόγον, οἷς ἁρμόττει καὶ δίχα τοῦ πολυπραγμονεῖν ὑπείκειν τε καὶ ἡσυχάζειν, καὶ ἥκιστα ἀνταίρειν κατὰ τῆς ἀῤῥήτου διοικήσεως. Πολλάκις γὰρ οὐδὲ τεχνίτην, εἴτουν οἰκοδομίας, ἢ ναυπηγίας, ἢ χαλκευτικῆς ἔμπειρον, αἰδούμενοι περιεργαζόμεθα, ποιοῦντά γε τὸ οἰκεῖον ἕκαστον· ἀλλὰ τῇ πείρᾳ καταπιστεύσαντες, ἐκδεχόμεθα τὸ ἔργον ἰδεῖν. Ἔστι δὲ καὶ ὅτε σφαλλομένῳ οὐκ ἐπαισθανόμεθα. Τί δ' ἂν εἴποιμι περὶ τῆς ὑπὲρ πάντα νοῦν σοφίας τοῦ Θεοῦ; ὃ προσῆκε, καὶ νοοῦντάς τε καὶ μὴ νοοῦντας ἐκπλήττεσθαί τε καὶ τιμᾷν. Εἰ δέ τις διὰ τὸ μὴ καταλαμβάνειν τὸν λόγον τῶν πλειόνων τῶν πρὸς τοῦ Θεοῦ γινομένων, ἐκπέσοι πρὸς ἀτοπίαν τῆς τοῦ Θεοῦ δόξης, ἀθλιώτατος, καὶ πάλιν ἀνόητος ὁ τοιοῦτος, ὡς αὐτῇ γε τῇ τυφλώσει τῆς ἰδίας διανοίας ὁδηγῷ χρώμενος. ΣΤΟΙΧΕΙΟΝ Μ. ΤΙΤΛ. Ζʹ. -Περὶ μαντευομένων, καὶ οἰωνιζομένων, καὶ κληδονιζομένων· καὶ περὶ τῶν λεγομένων θεῶν, ὅτι ἄθεσμα, καὶ ἐκκήρυκτα, καὶ ἀπηγορευμένα τῇ θείᾳ Γραφῇ, τάδε πάντα, καὶ τὰ ὅμοια. Εὐσεβίου. - Εἰσί τινες καταρώμενοι τοὺς ἀστέρας, ὅτε καὶ κατὰ τοῦ οὐρανοῦ ὀργίζονται, λέγοντες· Οὐαὶ τῷ ἄστρῳ σου. Ἄλλοι λέγουσι· Καλοῦ ἄστρου ἐγεννήθη, διὸ καὶ συναστρεῖ αὐτῷ τὰ πάντα. Οὐαὶ τοῖς ταῦτα λέγουσι. Πολλοὺς οἶδα εὐχομένους εἰς τὸν ἥλιον καὶ σελήνην· καὶ ἱκεσίαν προσφέρουσι τῷ ἡλίῳ λέγοντες, Ἐλέησόν με. Καὶ οὐαὶ τούτοις. Τί ἀφεὶς τὸν ποιητὴν τοῦ ἡλίου τὸν ἥλιον προσκυνεῖς; οὐ δεῖ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ εἴ τι ἕτερον ποίημα παρὰ τὸν Ποιητήν. Πολλοὶ φαντα 96.532 ζόμενοι λέγουσι τὴν σελήνην κατέρχεσθαι. Ὅταν, φησὶν, ἐξαιματοῦται, ἄνθρωπος καταγοητεύσας αὐτὴν καταφέρει. Καὶ οὐαὶ τοῖς ταῦτα λέγουσι. Τίς ἠδυνήθη καταγοητεῦσαι οὐρανόν; ἠβουλήθη Σίμων ὁ μάγος, ἀλλὰ πεσὼν διεῤῥάγη. Οὐδεὶς γὰρ δύναται, οὐ μικρὸν, οὐ μέγα σαλεῦσαι ἄστρον οὐρανοῦ, ἃ ὁ Θεὸς τῇ ἰδίᾳ δυνάμει ἐθεμελίωσε. Πάλιν δὲ λέγουσιν, ὅτι νεφέλας καὶ ὑετοὺς παράγουσι γόητες ἄνθρωποι, καὶ τοῦτο ματαιολογοῦσι. Τίς ἀνθρώπων δύναται πρόσταγμα Θεοῦ ἀποστρέψαι γοητείᾳ; τὰ γὰρ νέφη κατὰ πρόσταξιν Θεοῦ ἐκχέουσι τὸν ὑετὸν ἐπὶ τῆς γῆς. ΤΙΤΛ. ΙΓʹ. -Περὶ μετανοίας καὶ ἐξομολογήσεως. Τοῦ ἁγίου Μεθοδίου, κατὰ Πορφυρίου. -Μετάνοια τότε ἁμαρτήματος παντὸς γίνεται ἀπαλειπτικὴ, κ. τ. ἑ. ΤΙΤΛ. ΙΖʹ. -Περὶ μοναχῶν παλιμβόλων, καὶ παλινδρομούντων εἰς κακίαν. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. - Ἐνίοις ἀψίκορος ἐγγίνεται λογισμὸς, οἱ πρὸς ὀλίγον ἀναπτεροφορηθέντες, αὐτίκα ὑπενόστησαν, οὐκ ἀναπτάντες μᾶλλον, ἢ ὑποσυρέντες εἰς Ταρτάρου, φησὶν, ἐσχατιάς. Εὐδαίμονες δὲ οἱ μὴ παλινδρομοῦντες. Τοῦ αὐτοῦ. -Ἤδη τινὲς ἀψίκοροι γευσάμενοι καλοκαγαθίας, καὶ ἐλπίδα παρασχόντες ὑγείας, εἰς τὴν αὐτὴν ἐπανέστρεψαν νόσον. ΣΤΟΙΧΕΙΟΝ Ο. ΤΙΤΛ. Αʹ. -Περὶ οἴκου καὶ οἰκειακῆς καταστά σεως· καὶ ὅτι οὐ καλὸν ἀλλοτρίοις σχολάζειν, καὶ ἀκροᾶσθαι ἀλλότρια. ∆ιονυσίου ἐπισκόπου Ἀλεξανδρείας. - Καταγέλαστον ἀνθρώπῳ τῷ τῶν ἰδίων ἀφειδήσαντι, παιδεύειν ἐπιχειρεῖν τοὺς ξένους. ΤΙΤΛ. Ηʹ. -Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων. Τοῦ αὐτοῦ, ἐκ τῶν ἐν Γενέσει Ζητημάτων. - Τὸ ἐπιορκεῖν, ἀνόσιον καὶ ἀλυσιτελέστατον. ΤΙΤΛ. ΙΘʹ. -Περὶ ὀνόματος Θεοῦ. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. - Τὸ Κύριος ὄνομα, καθὸ ἄρχει καὶ ἡγεμονεύει, δυναστείᾳ κράτους αὐτεξουσίου χρώμενος· τὸ δὲ Θεὸς, καθὸ ἀγαθότητι καὶ χρηστότητι. Ὁ Θεὸς γὰρ ἀγαθός ἐστι τοῦ αἰτίου ὄνομα. Τί θαυμαστὸν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατονόμαστον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; Τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; Οὐχ ὁρᾷς, ὅ τι φιλοπευστοῦντι τῷ προφήτῃ, τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον φησὶν, Ἐγώ εἰμι ὁ ὤν; εἷς ὢν, τὸ εἶναι πέφυκα, οὐ λέγεσθαι. Περὶ δὲ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ Κύριον· Ὤφθην, φησὶ, πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριον οὐκ ἐδήλωσα αὐτοῖς. Οὕτω καὶ Ἰακὼβ μετὰ τὴν πάλην μαθεῖν ἐθέλων, ἤκουσεν· Ἵνα τί