1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

32

φιλόσοφον ἄριστον, οὐ πάντως τὸν εἰς συναγωγὴν ἐπιτυγχάνοντα, ἀλλὰ τὸν μηδενὸς τεχνικοῦ συλλογισμοῦ παραμελήσαντα, κἂν μὴ συναγάγῃ. ΣΤΟΙΧΕΙΟΝ Υ. ΤΙΤΛ. Θʹ. -Περὶ ὑπούλως πρός τινα διακειμένων. ∆ιονυσίου Ἀλεξανδρείας. -Τὴν προφανῆ κα 96.540 κίαν φυλάξασθαι ῥᾴδιον, τὴν δὲ ἐγκεκρυμμένην ἐκτρέπεσθαι δύσκολον. ΤΙΤΛ. ΙΑʹ. -Περὶ ὕπνου καὶ ἀϋπνίας. Τοῦ ἁγίου Εὐσταθίου. -Κοινὸν σώματος καὶ ψυχῆς πάσης ὕπνος. ΤΙΤΛ. ΙΖʹ. -Περὶ ὑπομονῆς καὶ μακροθυμίας. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Πολύκαρπον ἐπιστολῆς. -Στῆκε ὡς ἄκμων τυπτόμενος. Μεγάλου ἀθλητοῦ ἐστι δέρεσθαι καὶ νικᾷν· μάλιστα δὲ ἕνεκεν Θεοῦ πάντα ἡμᾶς ὑπομένειν δεῖ, ἵνα καὶ αὐτὸς ἡμᾶς ὑπομείνῃ. Ἐκ τῆς αὐτῆς. -Μακροθυμεῖτε μετ' ἀλλήλων ἐν πραΰτητι, ὡς ὁ Θεὸς μεθ' ὑμῶν διὰ παντός. ΣΤΟΙΧΕΙΟΝ Φ. ΤΙΤΛ. ∆ʹ. - Περὶ φιλέργων καὶ σπουδαίων· καὶ ὅτι χρὴ ποιεῖν. Ὠφέλειαν γὰρ ἔχει. Τοῦ ἁγίου ∆ιονυσίου Ἀλεξανδρείας. -Ὁ δέ γε ἐῤῥωμένος καὶ ἀκριβὴς λόγος, καὶ τὰ πικρὰ εἶναί φησι τῶν γλυκέων ἐφόδια, καὶ γίνεσθαι καρποὺς τῶν πόνων τὰς ἡδονάς. Ἀκμητὶ γὰρ οὐδὲν δύναται παραγενέσθαι. Τοῦ ἁγίου Εἰρην. -Οὐχ ὁμοίως ἀγαπᾶται, κ. τ. ἑ. ΤΙΤΛ. ΙΕʹ. -Περὶ φίλων χρηστῶν. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητημάτων. - Φίλους ἡγητέον τοὺς βοηθεῖν καὶ ἀντωφελεῖν ἐθέλοντας, κἂν μὴ δύνωνται. Φιλία γὰρ ἐν τῷ χρειώδει μᾶλλον, ἢ κράσει καὶ συμφωνίᾳ βεβαιοῦται ἐθῶν, ὡς ἕκαστος τῶν συνελθόντων εἰς φιλικὴν κοινωνίαν, τὸ Πυθαγόρειον ῥῆμα ἐπιφθέγξασθαι, ὅτι Ἆρά ἐστι φίλος ἕτερος ὡς ἐγώ; ΣΤΟΙΧΕΙΟΝ Χ. ΤΙΤΛ. ∆ʹ. - Περὶ χαρισμάτων καὶ δωρημάτων Θεοῦ· καὶ ὅτι Βίῳ σεμνῷ ἀντιδίδοται παρὰ τοῦ ἁγίου Πνεύματος. Τοῦ ἁγίου Τίτου, ἐκ τοῦ περὶ Προνοίας. -Πρὸς δὲ τοῖς ἅπασι, τῶν συνήθως ὑπὸ Θεοῦ δεδομένων κοινῇ πᾶσιν ἀνθρώποις, εἰ μηδεμία τις ἔστιν ὅτε συνέβαινε κώλυσις, φορᾷ φύσεως ἄν τινος ἀμεταβλήτου τὴν χορηγίαν αὐτῶν ἠθέλησαν ἄνθρωποι, καὶ οὐκ ἂν δὲ δεχόμενοι ταῦτα, χάριν ὡμολόγησαν τῷ Θεῷ, οὐκ ἂν δὲ ᾔτησαν ἔχοντες. Στεροῦνται τοιγαροῦν ἐνιότε πρὸς ὀλίγον, ἵνα αἰτήσωσι, καὶ δέχονται αὖθις, ἵνα χάριν ὁμολογήσωσι τῷ χορηγοῦντι, γινώσκοντες ὡς αὐτός γέ ἐστιν ὁ παρέχων, καὶ οὐ φύσις ἄλλη τίς ἐστι παρὰ τὸν Θεὸν ἄκριτός τε, καὶ ἀμεταμέλητος ἡ χορηγοῦσα. Βούλεται δὲ ὁ Θεὸς εἰδέναι χάριν αὐτῷ, ἵνα ἀξιώτεροι τοῦ λαμβάνειν παρ' αὐτοῦ γένωνται, οὐχ ἵνα τι καρπώσηται εἰς ἑαυτόν. Βούλεται γὰρ τὰ ἀγαθὰ τούτους αἰτεῖν, ἵνα δεχόμενοι, αἴσθησιν τοῦ χορηγοῦντος ἔχωσιν. Χαίρει μὲν γὰρ τὰ παρ' ἑαυτοῦ διδοὺς, χαίρει δὲ μᾶλλον ἀξίοις διδοὺς, ὡς τῆς φιλανθρωπίας τρόπον τινὰ ἀτιμαζομένης, εἰ μὴ πρὸς εὐαισθήτους γένοιτο. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Ἐξόδῳ. - Οταν οἱ τῶν σπαρτῶν καρποὶ τελειωθῶσιν, οἱ τῶν δένδρων γενέσεως ἀρχὴν λαμβάνουσιν, ἵνα δολιχεύωσιν αἱ τοῦ Θεοῦ χάριτες τὸν αἰῶνα, ἵνα ἄλλαι ἄλλην διαδεχόμεναι, καὶ συνάπτουσαι τέλη μὲν ἀρχαῖς, ἀρχὰς δὲ τέλεσιν, ἀτελεύτητοι ὦσιν. 96.541 Ἐκ τοῦ βʹ τῶν αὐτῶν. -Αἱ τοῦ Θεοῦ χάριτες οὐ μόνον ἀναγκαῖα παρέχονται, ἀλλὰ καὶ ὅσα πρὸς περιττὴν καὶ δαψιλεστέραν ἀπόλαυσιν. ΤΙΤΛ. Ιʹ. - Περὶ Χριστιανισμοῦ, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς. -Πρέπον ἐστὶ μὴ μόνον ἀκούειν Χριστιανοὺς, ἀλλὰ καὶ εἶναι. ΣΤΟΙΧΕΙΟΝ Ψ. ΤΙΤΛ. Αʹ. - Περὶ ψυχῆς καὶ νοῦ. Τοῦ ἁγίου Εἰρηναίου. -Αἱ ψυχαὶ ἀπέρχονται εἰς τὸν τόπον τὸν ἀφωρισμένον, κ. τ. ἑ. ΤΙΤΛ. ∆ʹ. - Περὶ ψεύδους καὶ συκοφαντίας. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. -Τὸ ψεῦδος ὅταν θέλῃ πιστευθῆναι, ἐὰν μὴ πήξῃ θεμέλιον δοκούσης ἀληθείας, οὐ πιστεύεται. ΣΤΟΙΧΕΙΟΝ Ω. ΤΙΤΛ. Περὶ ὥρας θανάτου. ∆ιδύμου, ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἰώβ. - ̔Η τῶν ἁμαρτημάτων μετάνοια, καθαρὸν ποιεῖ τοῦ μετανοοῦντος τὸν νοῦν. Τοῦ αὐτοῦ, εἰς τὸν Λὼτ καὶ τὸν ∆αβίδ. -Τὴν παροῦσαν ἀρετὴν ὁ Θεὸς ἀποδεχόμενος, τῶν παλαιῶν ἁμαρτημάτων ἀμνημονεύει. Ἰωσήππου, ἐκ τοῦ λόγου τοῦ ἀναγεγραμμένου κατὰ Πλάτωνος. -Καὶ οὗτος μὲν ὁ περὶ δαιμόνων λόγος. Περὶ δὲ ᾅδου ἐν ᾧ συνέχονται αἱ ψυχαὶ δικαίων τε καὶ ἀδίκων, ἀναγκαῖον εἰπεῖν. Ὁ ᾅδης τόπος ἐστὶν ἐν τῇ κτίσει