1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

6

ἀνεκδιηγήτων· καὶ ὅτι οὐ χρὴ δυσφορεῖν ἢ ἰλιγγιᾶν ἐφ' οἷς δίκαιοι πολλάκις δυσπραγοῦσιν, ἄδικοι δὲ ἔσθ' ὅτε κατὰ τὸν βίον εὐπραγοῦσιν. Ἄῤῥητος γὰρ ἡ τῶν τοιῶνδε αἰτία, καὶ μόνῳ Θεῷ ἐγνωσμένη. Κ∆ʹ. Περὶ κρίματος καὶ δικαιοσύνης Θεοῦ· καὶ τὰ πρὸς ἀξίαν ἑκάστῳ ἀπονέμει ὁ Θεὸς, καὶ πρόσωπον οὐ λαμβάνει. ΚΕʹ. Περὶ καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. Στοιχεῖον Λ. Αʹ. Περὶ λοιδορίας. Βʹ. Περὶ λόγου, καὶ τοῦ ἐν τούτῳ ἐπαίνου καὶ ψόγου. 96.457 Γʹ. Περὶ λιμοῦ, καὶ τῆς ἐκ τούτου ἀνάγκης. ∆ʹ. Περὶ λύπης, καὶ λυπουμένων, καὶ πενθούντων. Οὐ καλὸν δὲ τὸ ὑπερμετρεῖν. Στοιχεῖον Μ. Αʹ. Περὶ μεθυστῶν καὶ ἀσώτων. Βʹ. Περὶ μαθητευομένων· ὅτι χρὴ σπουδαίως ἐρωτᾷν, καὶ μανθάνειν τὰ ψυχωφελῆ, καὶ γνῶσιν πνευματικήν. Γʹ. Περὶ μισομαθῶν. ∆ʹ. Περὶ μυστηρίων· ὅτι προδοσία πρὸς θάνατον τὸ ἐκφερομυθεῖν τὰ φίλων μυστήρια. Εʹ. Περὶ μάχης, καὶ τῶν ἐν μάχαις συμβαινόντων. ϛʹ. Περὶ μεταχειριζομένων καὶ μεταβαλλόντων τοὺς ταρασσομένους, καὶ τεθυμωμένους, καὶ ἐξηγριωμένους. Ζʹ. Περὶ μαντευομένων, καὶ οἰωνιζομένων, καὶ κληδονιζομένων· καὶ περὶ τῶν λεγομένων θεῶν, τουτέστι βδελυγμάτων· ὅτι ἄθεσμα καὶ ἐκκήρυκτα, καὶ ἀπηγορευμένα τῇ ἱερᾷ Γραφῇ ταῦτα πάντα, καὶ τὰ ὅμοια. Ηʹ. Περὶ ματαιοπονούντων, καὶ μάταια φρονούντων. Θʹ. Περὶ μεταβολῆς πραγμάτων· καὶ ὅτι οὐδὲν ἐπίμονον ἐν βίῳ, ἀλλὰ πάντα ἐν βουλήσει καὶ χειρὶ Θεοῦ. Ιʹ Περὶ μακαρισμοῦ· ὅτι οὐ δεῖ πρὸ τελευτῆς μακαρίζειν τινά. ΙΑʹ. Περὶ μισοπονηρίας Θεοῦ, καὶ τῶν ἀπαρεσκόντων αὐτῷ. ΙΒʹ. Περὶ μισοπονηρίας, καὶ τῶν τὰ ἄτοπα ἀποστρεφομένων. ΙΓʹ. Περὶ μετανοίας, καὶ ἐξομολογήσεως. Ι∆ʹ. Περὶ τῶν εἰς μετάνοιαν μὴ ἐπιστρεφόντων. ΙΕʹ. Περὶ μισαδελφίας. Ι ϛʹ. Περὶ μοναχῶν χρηστῶν, καὶ ἡγουμένων ἀγαθῶν. ΙΖʹ. Περὶ μοναχῶν παλιμβούλων, καὶ παλινδρομούντων εἰς κακίαν. ΙΗʹ. Περὶ μισέργων, καὶ ὀκνηρῶν, καὶ καταφρονούντων, καὶ ῥᾳθυμούντων. ΙΘʹ. Περὶ μίσους, καὶ ἔχθρας, καὶ τὰς μάχας συναπτόντων. Στοιχεῖον Ν. Αʹ. Περὶ νέων παιδείᾳ καὶ συνέσει κοσμουμένων. Βʹ. Περὶ νέων ἐν ἀφροσύνῃ καὶ ἀνοίᾳ ζώντων. Γʹ. Περὶ νέων καὶ ἀγαθῶν ἀρχόντων. ∆ʹ. Περὶ νέων καὶ πονηρῶν ἀρχόντων. Εʹ. Περὶ νοσούντων, καὶ ἀσθενούντων· ὅτι χρὴ ἐπισκέπεσθαι αὐτούς. ϛʹ. Περὶ τοῦ νήφειν, καὶ φροντίζειν ἡμᾶς τῆς ἰδίας σωτηρίας· καὶ ὅτι πειρατήριον καὶ ἐπικίνδυνον βίον ζῶμεν. Ζʹ. Περὶ νεογάμων. Ηʹ. Περὶ νηστείας καὶ ἐγκρατείας. Στοιχεῖον Ξ. Αʹ. Περὶ ξένων καὶ φιλοξενίας· καὶ ὅτι ἀπαῤῥησίαστος ὁ ξένος πάντοτε. Στοιχεῖον Οʹ. Αʹ. Περὶ οἴκου καὶ οἰκειακῆς καταστάσεως· καὶ ὅτι οὐ καλὸν ἀλλοτρίοις συχνάζειν οἴκοις, καὶ ἀκροᾶσθαι ἀλλότρια. Βʹ. Περὶ ὀνειδισμοῦ ἀγαθοῦ κατὰ Θεὸν, καὶ ὀνειδισμοῦ ἐπὶ κακοπραγίᾳ· καὶ ὅτι οὐδὲ συμφέρον ὀνειδίζειν. Γʹ. Περὶ ὁδοῦ ἀγαθῆς. ∆ʹ. Περὶ ὁδοῦ κακῆς. Εʹ. Περὶ ὁμοιοτρόπων, καὶ ὁμοιογενῶν, καὶ ὁμοιοηθῶν. ϛʹ. Περὶ ὁροθεσιῶν. 96.460 Ζʹ. Περὶ ὅρκων καὶ ὅρων οὐκ ἀγαθῶν· ὅτι οὐ δεῖ ἐμμένειν αὐτοῖς. Ηʹ. Περὶ τῶν τοὺς ὅρκους στεργόντων· καὶ ὅτι οὐ χρὴ μάταιον λαμβάνειν ὅρκον, ἢ ὅλως ὀμνύειν. Θʹ. Περὶ τῶν τοὺς ὅρκους ἀθετούντων καὶ ἐπιορκούντων. Ιʹ. Περὶ ὀλιγοδείας, καὶ ἀκτημοσύνης, καὶ αὐταρκείας. ΙΑʹ. Περὶ ὀρφανῶν καὶ χηρῶν. ΙΒʹ. Περὶ οἴνου καὶ χρήσεως αὐτοῦ. ΙΓʹ. Περὶ οἰήσεως καὶ φυσιώσεως. Ι∆ʹ. Περὶ ὀλιγοβίων καὶ μακροβίων. ΙΕʹ. Περὶ ὀφθαλμῶν καὶ ὁράσεως. Ι ϛʹ. Περὶ ὀνόματος χρηστοῦ καὶ χάριν ἔχοντος. ΙΖʹ. Περὶ ὀνόματος οὐ χρηστοῦ καὶ χάριν μὴ ἔχοντος. ΙΗʹ. Περὶ τοῦ, ὅτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεός· καὶ ὅτι οὔτε ὂν, οὔτε ἐνυπόστατον φύσει τὸ κακόν. ΙΘʹ. Περὶ ὀνόματος Θεοῦ. Στοιχεῖον Π. Αʹ. Περὶ πολιτείας ἀνεπιλήπτου καὶ θεαρέστου. Βʹ. Περὶ παιδείας παρὰ Θεοῦ, καὶ τῶν εὐχαρίστως καὶ εὐγενῶς δεχομένων, καὶ φερόντων τὰ ἐπερχόμενα· οὕτως γὰρ χρεών. Γʹ. Περὶ τῶν παιδείαν Θεοῦ σωτήριον πρὸς διόρθωσιν μὴ δεχομένων. ∆ʹ. Περὶ παῤῥησίας· καὶ πῶς δυνατὸν εὐπαῤῥησίαστόν τινα γενέσθαι. Εʹ. Περὶ προσφορῶν εὐαγῶν, καὶ εὐπροσδέκτων, καὶ ἐναγῶν, καὶ ἀπροσδέκτων. ϛʹ. Περὶ πείρας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ πειράζειν τὸν Θεόν. Ζʹ. Περὶ πειρασμῶν· καὶ ὅτι οἱ μὲν ἔξωθεν εἰς φανέρωσιν τῆς κατὰ τὸ κρυπτὸν