1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

22

ἀνδραγαθημάτων. Εἰ δὲ ἀνδραγαθίας ἔλαβον παρὰ τοῦ ἀγωνοθέτου γέρας, δῆλον ὅτι μείζους οὗπερ ἦσαν γεγόνασιν, οὐκ ἐλάττους. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει Ζητουμένων. -Πνευματικὴ δὲ ἡ τῶν ἀγγέλων οὐσία. Εἰκάζονται δὲ πολλάκις ἀνθρώπων ἰδέαις, πρὸς τὰς ὑποκειμένας χρείας μεταμορφούμενοι. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. -Αἱ τοῦ Θεοῦ πᾶσαι 96.508 δυνάμεις πτεροφυοῦσι τὴν ἄνω πρὸς τὸν Πατέρα ὁδὸν γλιχόμεναί τε καὶ ἐφιέμεναι. ΤΙΤΛ. Οʹ. -Περὶ αἱρετικῶν, καὶ τῶν περὶ τὴν πίστιν λογομαχούντων· καὶ ὅτι οὐ χρὴ τὰς συλλαβὰς καὶ τὰ ὀνόματα περισκοπεῖν, ἀλλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν δογμάτων, καὶ μὴ ταράττειν τὰ τῆς Ἐκκλησίας θεοπαράδοτα λόγια. Ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς τοῦ ἁγίου Ἰγνατίου τοῦ θεοφόρου. -Τοὺς μερισμοὺς φεύγετε, ὡς ἀρχὴν κακῶν. Εἰώθασί τινες δόλῳ πονηρῷ τὸ ὄνομα Χριστοῦ περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια Θεοῦ, οὓς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν. Εἰσὶ γὰρ κύνες λυσσῶντες λαθροδῆκται· οὓς δεῖ ὑμᾶς φυλάσσεσθαι ὄντας δυσθεραπεύτους. Μηδεὶς πλανάσθω. Ἐὰν μή τις ᾖ ἐντὸς τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ Θεοῦ. Εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου, καὶ πάσης τῆς Ἐκκλησίας; Ὁ οὖν μὴ ἐρχόμενος ἐπὶ τὸ αὐτὸ, οὗτος ἤδη ὑπερηφανεῖ, καὶ ἑαυτὸν διακρίνει. Γέγραπται δέ· Ὑπερηφάνοις ὁ Θεὸς ἀντιτάσσεται. Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἰκοφθόροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πάσχοντες ἀπέθνησκον, πόσῳ μᾶλλον ἐὰν πίστιν ἐν κακοδιδασκαλίᾳ φθερεῖ, ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη; Ὅτι οὗτος ῥυπαρὸς γενόμενος, εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει, ὁμοίως καὶ ὁ ἀκούων αὐτοῦ. Ἐκ τῆς πρὸς Τραλλαεῖς ἐπιστολῆς. -Παρακαλῶ ὑμᾶς, οὐκ ἐγὼ, ἀλλ' ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μόνῃ τῇ Χριστιανικῇ τροφῇ χρῆσθαι· ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθαι, ἥτις ἐστὶν αἵρεσις. Καὶ παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετ' οἰνομέλιτος, ὅπερ ὁ ἀγνοῶν, ἡδέως λαμβάνει, ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν. Φυλάσσεσθε οὖν τοὺς τοιούτους. Ἐκ τῆς αὐτῆς. -Φεύγετε τὰς κακὰς παραφυάδας, τὰς γεννώσας καρπὸν θανατηφόρον, οὗ ἐὰν γεύσηταί τις παραυτίκα ἀποθνήσκει. Οὗτοι γὰρ οὐκ εἰσὶ φυτεία τοῦ πνεύματος. Ἐκ τῆς πρὸς Φιλαδελφίους ἐπιστολῆς. - Ἀπέχεσθε τῶν κακῶν βοτανῶν, ὧν Χριστὸς Ἰησοῦς γεωργεῖ, διὰ τὸ μὴ εἶναι αὐτοὺς φυτείαν τοῦ Πατρός. Μὴ πλανᾶσθε, ἀδελφοί μου· εἴ τις σχίζοντι ἀκολουθεῖ, βασιλείαν Θεοῦ οὐ κληρονομεῖ. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Ἀνακρινεῖ δὲ τὸ Θεῖον τοὺς τὰ σχίσματα, κ. τ. ἑ. Τοῦ αὐτοῦ, ἐκ τοῦ δευτέρου. -Ἄμεινον καὶ συμφερέστερον, κ. τ. ἑ. 96.509 Τοῦ ἁγίου Ἰουλίου ἐπισκόπου Ῥώμης, ἐκ τῆς πρὸς ∆ιονύσιον ἐπιστολῆς. -Τὸ μὲν γὰρ τοῖς δόγμασι διαφωνοῦντας τοῖς ῥήμασι προσποιεῖσθαι συμφωνεῖν, ἀσεβές· τὸ δὲ τοῖς δόγμασι συμφωνοῦντας ἐν τοῖς ῥήμασι διαφέρεσθαι, μάταιον καὶ μωρόν. Τοῦτο οὖν συμφωνούμενον ἔχοντες, ὅτι Θεὸς ἔνσαρκος ὁ Κύριος, καὶ ἐξ οὐρανοῦ, καὶ ἐκ γῆς, ὁ αὐτὸς τῇ μορφῇ δοῦλος, καὶ τῇ δυνάμει Θεὸς, μενέτωσαν ἐν ὁμονοίᾳ, καὶ μὴ μάτην διαφερέσθωσαν, μηδὲ εἰς τὴν τῶν αἱρετικῶν λογομαχίαν ἐκπιπτέτωσαν. Ταῦτα δὲ οὕτως φρονοῦντες, μενέτωσαν ἐν ἡσυχίᾳ, τὰς περιττὰς ζητήσεις ἐκκλίνοντες, καὶ ῥήματος ἕνεκεν, μὴ διαιρούμενοι, ὁπότε τὰ δόγματα συμφωνεῖται. Τοῦ ἁγίου Ἀμβροσίου τοῦ θαυματουργοῦ, ἐκ τοῦ περὶ σαρκώσεως καὶ πίστεως. -Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις, Ἡ γὰρ τοῦ Θεοῦ βασιλεία οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποκαλύψει δυνάμεως. Τοῦ αὐτοῦ (Γρηγορίου τοῦ Νύσσης) ἐκ τοῦ περὶ τῆς ἐν Κωνσταντινουπόλει καταστάσεως τοῦ ἁγίου Γρηγορίου. -Ἀφέντες οἱ ἄνθρωποι τὸ κατατρυφᾷν τοῦ Κυρίου, κ. τ. ἑ. Τοῦ αὐτοῦ εἰς τό· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. -Τί τὸ πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν, καὶ πληροῦμεν τὴν ἐπιθυμίαν τοῦ κοινοῦ δυσμενοῦς; Λογισάμενος γὰρ ὁ διάβολος ὁ κοινὸς τῆς ἀθρωπότητος λυμεὼν, ὅτι γαλήνης ἐν