1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

26

Κυρίλλου, ἐκ τοῦ εʹ λόγου τῶν κατὰ Ἰουλιανοῦ. -Τὸ τῆς ἐλεημοσύνης, κ. τ. ἑ. Τοῦ αὐτοῦ, ἐκ τοῦ ιηʹ βιβλίου. -Οὐδὲν οὕτως κεκαθαρμένους ἡμᾶς ποιεῖ, ὡς αἱ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων λαμπρότητες, καὶ τό γε ἐποικτείρειν τοὺς ἐν ἐνδείᾳ καὶ τῶν ἀναγκαίων σπάνει. Γράφει γάρ που καὶ ὁ Παροιμιαστὴς, ὅτι ἐλεημοσύναις καὶ πίστεσι ἀποκαθαίρονται αἱ ἁμαρτίαι. Ἐκ τοῦ αὐτοῦ. -Πρῶτον καὶ ἄριστον ἀνδραγάθημα τὸ διανεῖμαι τοῖς δεομένοις τὰ ὄντα, καὶ κατευμεγεθῆσαι τῆς ἐκ τοῦ πλούτου τρυφῆς, καὶ κατασωρεῦσαι μᾶλλον ἐν οὐρανοῖς ἐλπίδα τὴν μέλλουσαν· καὶ τῶν προσκαίρων ἀλλάξασθαι τὰ διηνεκῆ, καὶ ἀνελέσθαι τὰ μένοντα τῶν σεσαλευμένων ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν εὐφρονεῖν εἰωθότων. ΤΙΤΛ. ΜΖʹ. -Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων ἐντολὰς τοῦ Θεοῦ. Τῆς αὐτῆς (Γενέσεως). - Ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ ...... χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο Ἰωσήφ. Ἐν δόσει γὰρ ἔδωκε δόματα τοῖς ἱερεῦσι Φαραώ· καὶ ἤσθιον τὴν δόσιν. Σχόλ. Ὅτι οἱ ἱερεῖς τῷ Θεῷ ἀνάκεινται, 96.521 καὶ αὐτοὶ, καὶ τὰ προσόντα αὐτοῖς πράγματα, καὶ διὰ τοῦτο τὴν γῆν αὐτῶν Φαραὼ οὐκ ἐκτήσατο. Σχόλ. Σκόπει ὅπως καὶ πρὸ νόμου ἀφορολόγητα ἐτύγχανε τὰ προσόντα τοῖς ἱερεῦσι, καὶ τοῦτο ἐν ἐθνικοῖς. Ἐκ τῶν Ἀριθμῶν. -Εἶπε Μωϋσῆς πρὸς Κύριον· Ἐπισκεψάσθω Κύριος ὁ Θεὸς τῶν πνευμάτων, κ. τ. ἑ. Σχόλ. Καταργηθείσης διὰ Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τῆς κατὰ σαρκικὴν συγγένειαν ἱερατείας, ἡ κατὰ μίμησιν τοῦ πνευματηφόρου Ἰησοῦ τοῦ Ναυῆ ἀντεισήχθη διὰ χειροθεσίας ἱερωσύνη, μετὰ τῆς εὐσεβοῦς τῶν ἐκκλησιαστικῶν δογμάτων ἐρωτήσεως. Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. -Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ Πατρὶ, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις· τοὺς δὲ διακόνους ἐντρέπεσθε, ὡς Θεοῦ ἐντολήν. Μηδεὶς χωρὶς ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων ἐν Ἐκκλησίᾳ. Βεβαία εὐχαριστία ἡγείσθω ἡ ὑπὸ τοῦ ἐπισκόπου οὖσα, ἢ ᾧ ἐὰν αὐτὸς ἐπιτρέψῃ. Ὅπου ἂν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος, ὥσπερ ὅπου ἐὰν ᾖ Ἰησοῦς Χριστὸς, ἐκεῖ ἡ καθολικὴ Ἐκκλησία. Οὐκ ἐξόν ἐστι χωρὶς ἐπισκόπου, οὔτε βαπτίζειν, οὔτε ἀγάπας ποιεῖν, ἀλλ' ᾧ ἐὰν ἐκεῖνος δοκιμάσῃ, τοῦτο καὶ τῷ Ἰησοῦ Χριστῷ εὐάρεστον, ἵνα ἀσφαλὲς ᾖ καὶ βέβαιον πᾶν ὃ πράσσεται. Εὔλογόν ἐστι λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς καιρὸν ἔχομεν εἰς Θεὸν μετανοεῖν· καλῶς ἔχει, Θεὸν καὶ ἐπίσκοπον εἰδέναι· ὁ τιμῶν ἐπίσκοπον, ὑπὸ Θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόπου τι πράσσων, τῷ διαβόλῳ λατρεύει. Ἐκ τῆς πρὸς Πολύκαρπον. -Τῷ ἐπισκόπῳ προσέχετε, ἵνα καὶ ὑμῖν ὁ Θεός. Ἐγὼ ἀντίψυχον τῶν ὑποτασσομένων ἐπισκόπῳ, πρεσβυτερίῳ, διακόνοις· μετ' αὐτῶν μοι τὸ μέρος γένοιτο ἐν Θεῷ. Πρὸς Ἐφεσίους. -Σπουδάσωμεν μὴ ἀντιτάσσεσθαι τῷ ἐπισκόπῳ, ἵνα ὦμεν Θεῷ ὑποτασσόμενοι. Καὶ ὅσον βλέπει τις σιγῶντα ἐπίσκοπον, πλέον αὐτὸν φοβείσθω. Πάντα γὰρ ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως δεῖ ὑμᾶς δέχεσθαι, ὡς αὐτὸν τὸν πέμποντα. Τὸν γοῦν ἐπίσκοπον ὡς αὐτὸν τὸν Κύριον δεῖ προσβλέπειν. Τοῦ αὐτοῦ πρὸς Μαγνησίους. -Εἰς τιμὴν Θεοῦ τοῦ θελήσαντος ἡμᾶς πρέπον ἐστὶν ὑπακούειν τῷ ἐπισκόπῳ κατὰ μηδεμίαν ὑπόκρισιν. Ἐπεὶ οὐχὶ τὸν ἐπίσκοπον τοῦτον τὸν βλεπόμενον πλανᾷ τις, ἀλλὰ τὸν ἀόρατον παραλογίζεται Θεόν. Τῷ δὲ τοιούτῳ οὐ πρὸς σάρκα ὁ λόγος, ἀλλὰ πρὸς Θεὸν τὸν τὰ κρύφια εἰδότα. Πρέπον οὖν ἐστι, μὴ μόνον καλεῖσθαι Χριστιανοὺς, ἀλλὰ καὶ εἶναι· ὥσπερ καί τινες ἐπίσκοπον μὲν καλοῦσιν, χωρὶς δὲ αὐτοῦ πάντα πράσσουσιν. Οἱ τοιοῦτοι οὐκ εὐσυνείδητοί μοι φαίνονται, διὰ τὸ μὴ βεβαίως κατ' ἐντολὴν συναθροίζεσθαι. 96.524 Ἐκ τῆς αὐτῆς. -Μηδὲν ἔστω ἐν ὑμῖν ὃ δυνήσεται ὑμᾶς μερίσαι, ἀλλ' ἑνώθητε τῷ ἐπισκόπῳ, καὶ τοῖς προκαθημένοις, εἰς τόπον καὶ διδαχὴν ἀφθαρσίας. Ὥσπερ οὖν ὁ Κύριος ἡμῶν ἄνευ τοῦ Πατρὸς οὐδὲν ἐποίησεν, οὔτε δι' ἑαυτοῦ, οὔτε διὰ τῶν ἀποστόλων, οὕτως μηδὲ ὑμεῖς ἄνευ τοῦ ἐπισκόπου μηδὲν πράσσετε, μηδὲ πειράσητε εὔλογόν τι φαίνεσθαι ἰδίᾳ ὑμῖν. Τοῦ αὐτοῦ. -Ὅταν τῷ ἐπισκόπῳ ὑποτάσσησθε, φαίνεσθέ μοι, οὐ κατὰ ἄνθρωπον ζῶντες, ἀλλὰ κατὰ