1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

23

ἡμῖν πολιτευομένης, τὰ τῆς εὐσεβείας ἀνθεῖ, τῆς πίστεως δὲ κρατούσης, εὐζωΐα κρατεῖ, φίλοι τε τοῦ ∆ημιουργοῦ γινόμεθα, ἵνα μὴ ἐπέλθωμεν, ὅθεν ἐκεῖνος ἐξέπεσεν, ὁρᾶτε τί πεποίηκε, καὶ πῶς πανούργως τὸν καθ' ἡμᾶς ἐῤῥαψώδηκε πόλεμον ὁ μηχανοῤῥάφος τῶν κακῶν, καὶ σοφὸς ἐν ἀπάταις, καὶ ποικίλος ἐν ἐπιβουλαῖς, καὶ πλούσιος ἐν τοῖς κακοῖς μηχανήμασι. Παρασκευάζει τινὰς ἐν προσχήματι τῆς εὐσεβείας στρατεύσασθαι κατὰ τῆς πίστεως, καὶ πᾶσι τοῖς εὐσεβέσι δι' αὐτῶν ἄκαιρον φιλονεικίαν, καὶ ψυχοφθόρον ἐνέβαλε πόλεμον, καὶ τῆς Ἐκκλησίας τὰ μέλη κατ' ἀλλήλων ἐστράτευσε. Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφαλῆς τοῦτο δὴ τὸ σοφὸν, καὶ τὴν εὐφροσύνην αὐτοῦ μεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον. Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ. Καταλείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξεις τοῦ δόγματος. Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν διδασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Πιστεύσωμεν ὡς οἱ πατέρες ἡμῶν παραδέδωκαν. Οὐκ ἐσμὲν τῶν πατέρων σοφώτεροι. Οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι. Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ. Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇ 96.512 τραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴ γενώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων ἐπίβουλοι· μὴ ἐνταῦθα κοινωνικοὶ, καὶ ἔξω ἐπίβουλοι. Τοῦ ἁγίου Σεραπίωνος, ἐκ τῆς κγʹ ἐπιστολῆς. -Οὐδέποτε αἵρεσις τὴν Ἐκκλησίαν ἐνίκησεν, καὶ κατ' ὀλίγον προελθοῦσα εὐθέως λύεται. Κλήμεντος ἐκ τοῦ ηʹ τῶν Στρωμάτων. -Ἐκδέχεται ἄλλος τόπος καὶ ὄχλος τοὺς ταραχώδεις, κ. τ. ἑ. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. -Ὥσπερ οἱ προσπταίσαντες, ἀρτίοις βαίνειν ποσὶν ἀδυνατοῦντες, μακρὰν τοῦ κατὰ τὴν ὁδὸν τέλους ὑστερίζουσι προσκάμνοντες· οὕτω καὶ ἡ ψυχὴ τὴν πρὸς εὐσέβειαν ἄγουσαν ὁδὸν ἀνύειν κωλύεται, προεντυγχάνουσα ταῖς ἀσεβέσιν ἀνοδίαις. Αὗται γάρ εἰσιν ἐμπόδιοι, καὶ προσπταισμάτων αἰτίαι, δι' ὧν χωλαίνων ὁ νοῦς ὑστερίζει τῆς κατὰ φύσιν ὁδοῦ. Ἡ δὲ ὁδός ἐστιν, ἡ ἐπὶ τὸν Πατέρα τῶν ὅλων τελευτῶσα. Τοῦ αὐτοῦ. -Αἱ περὶ τῶν τοῦ Θεοῦ ἀρετῶν ἐναγώνιοι ζητήσεις βελτιοῦσι τὴν διάνοιαν, καὶ ἄθλους ἀθλοῦσιν ἡδίστους ἅμα καὶ ὠφελιμωτάτους, καὶ μάλιστα ὅταν, μὴ ὡς οἱ νῦν τὴν ψευδώνυμον κλῆσιν ὑποδυόμενοι, μέχρι τοῦ δοκεῖν ὑπερμαχοῦσι τῶν δογμάτων, ἀλλὰ πάθει γνησίῳ μετ' ἐπιστήμης ἰχνηλατοῦσιν ἀλήθειαν. Ἐκ τοῦ βʹ τῶν αὐτῶν. -Τὸ ἐμμελὲς, καὶ εὔρυθμον, οὐκ ἐν φωνῇ μᾶλλον ἢ διανοίᾳ ἐπιδείκνυσθαι πειρωμένους, ὁ τοῦ Σοφοῦ λόγος, οὐκ ἐν ῥήμασι, ἀλλ' ἐν τοῖς δηλουμένοις πράγμασιν ἐπιδείκνυσι τὸ κάλλος. Ἐκ τοῦ τελευταίου τῶν ἐν Ἐξόδῳ Ζητημάτων. -Τοὺς ἐντυγχάνοντας τοῖς ἱεροῖς Γράμμασιν οὐ δεῖ συλλαβομαχεῖν, ἀλλὰ πρὸ τῶν ὀνομάτων καὶ ῥημάτων τὴν διάνοιαν σκοπεῖν, καὶ τοὺς καιροὺς, καὶ τόπους, καὶ τρόπους, καθ' οὓς ἕκαστα λέγεται. Πολλάκις γὰρ αἱ αὐταὶ λέξεις ἑτέροις καὶ ἑτέροις πράγμασιν ἐφαρμόζουσιν, καὶ κατὰ τοὐναντίον διαφέρουσαι λέξεις ἐπὶ τοῦ αὐτοῦ τιθέμεναι πράγματος συνᾴδουσιν. Ἐκ τῶν ἐν Γενέσει Ζητημάτων. -Ἀτόπως δρῶσιν, ὅσοι ἐκ μέρους τινὸς κρίνουσι τὸ ὅλον, ἀλλὰ τοὐναντίον ἐκ τοῦ ὅλου τὸ μέρος. Οὕτω γὰρ ἄμεινον καὶ σῶμα καὶ πρᾶγμα δογματίζοιτο ἄν. Ἔστιν οὖν ἡ θεία νομοθεσία τρόπον τινὰ ζῶον ἡνωμένον, ἣν ὅλην δι' ὅλου χρὴ μεγάλοις ὄμμασι περισκοπεῖν, καὶ τὴν βουλὴν τῆς συμπάσης Γραφῆς ἀκριβῶς καὶ τηλαυγῶς περιαθρεῖν, μὴ κατακόπτοντας τὴν ἁρμονίαν, μηδὲ τὴν ἕνωσιν διαρτῶντας, Ἑτερόμορφα γὰρ καὶ ἑτεροειδῆ φανεῖται, τῆς κοινωνίας στερούμενα. Ἐκ τοῦ δʹ τῶν αὐτῶν. -Νόμος ἔστω κατὰ τῶν τὰ σεμνὰ καὶ θεῖα μὴ σεμνῶς καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων, κόλασιν ἐπιφέρειν ἀορασίας. 96.513 ΣΤΟΙΧΕΙΟΝ Β. ΤΙΤΛ. Αʹ. -Περὶ βασιλέως· ὅτι ἀλυσιτελὲς τὸ ἐξιέναι τὸν βασιλέα εἰς πόλεμον, καὶ βέλτιον, διὰ μισθοφόρων, καὶ δώρων τοὺς πολεμίους ἀμύνεσθαι, ἢ δι' ἑαυτοῦ. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. - Οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται. ΤΙΤΛ. Βʹ. -Περὶ