1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

7

ἡμῶν προαιρέσεως ἐπιφύονται, οἱ δὲ ἔξω ἡμῶν αὐτῶν ἀναφυόμενοι, ἡμᾶς αὐτοὺς αἰτίους, εἴτε πρὸς ἔπαινον, εἴτε πρὸς ψόγον ἔχουσιν. Ηʹ. Περὶ παραχωρητικῶν καὶ εὐείκτων ἀνθρώπων· ὅτι εἰρηνικὸν καὶ ψυχωφελὲς τοῦτο. Θʹ. Περὶ πεισματικῶν, καὶ μὴ ἀνεχομένων ὑπείκειν βραχὺ καὶ ἡττᾶσθαι. Ιʹ. Περὶ περιστάσεων· ὅτι οὐ χρὴ ἀντιμάχεσθαι ταῖς περιστάσεσιν, εἰ καὶ δυνατοὶ ὦμεν, καὶ μὴ κατοφρυοῦσθαι τῶν κατεξανισταμένων. Οὐ γὰρ λυσιτελές. ΙΑʹ. Περὶ πολέμου καὶ πολεμικῶν νόμων· καὶ ὅτι ἐξ ἡμετέρων ἁμαρτιῶν κινοῦνται οἱ πόλεμοι καθ' ἡμῶν. ΙΒʹ. Περὶ πολέμου ἐμφυλίου. ΙΓʹ. Περὶ πραίδας καὶ προνομῆς. Ι∆ʹ. Περὶ παροξύνοντος καὶ παραπικραίνοντος. ΙΕʹ. Περὶ παρατηρήσεως καὶ οἰωνισμοῦ. Ι ϛʹ. Περὶ προθέσεως ἀγαθῆς, καὶ προαιρέσεως, καὶ πολιτείας σεμνῆς· ὅτι βούλεται ὁ Θεὸς μετὰ τῆς αὐτοῦ ἀντιλήψεως πρόθεσιν ἀγαθὴν περὶ τὰ καλὰ ἔργα, εἰς ἃ καὶ ἔπλασεν ἔχειν ἡμᾶς, ἵνα ὡς ἀγαθῶν ἐργάται τιμῶν ἀξιωθείημεν παρ' αὐτοῦ. ΙΖʹ. Περὶ πλανώντων καὶ πλανωμένων. ΙΗʹ. Περὶ πλαστολόγων. ΙΘʹ. Περὶ πλαστογράφων. Κʹ. Περὶ πόλεως ἀσεβείας καὶ ἀνομίας πεπληρωμένης. ΚΑʹ. Περὶ πολυπείρων καὶ πολυμαθῶν. ΚΒʹ. Περὶ παραθήκης. ΚΓʹ. Περὶ πιστοῦ, καὶ ἰσοψύχου, καὶ μυστηριακοῦ ἀνθρώπου· ὅτι σπάνιον εὑρεῖν. Κ∆ʹ. Περὶ παραμονῆς, καὶ παραμενόντων· ὅτι παραμονὴ ἔργον ἀνύει· καὶ χρὴ οὐ μόνον εὐνοϊκῶς, ἀλλὰ καὶ παραμονητικῶς διακεῖσθαι πρὸς τοὺς προσλαβόντας, καὶ μηδένα ὡς ἔτυχε, καὶ ἀνεξετάστως εἰς ὑπηρεσίαν παραμονῆς εἰσδέχεσθαι. 96.461 ΚΕʹ. Περὶ πίστεως καὶ εὐσεβείας εἰς Θεόν. Κ ϛʹ. Περὶ τῶν παραβεβηκότων τὴν εὐσέβειαν καὶ πίστιν, καὶ εἰς Θεὸν ἀσεβούντων. ΚΖʹ. Περὶ πονηρῶν, καὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν ἀνδρῶν. ΚΗʹ. Περὶ πονηρίας, καὶ κακίας, καὶ ἁμαρτίας. ΚΘʹ. Περὶ πλησμονῆς, καὶ κόρου, καὶ γαστριμαργίας. Λʹ. Περὶ πνευματικῆς προκοπῆς. ΛΑʹ. Περὶ τῶν προσκαίρων καὶ τῶν αἰωνίων ἀγαθῶν· καὶ ὅτι χρὴ τῶν παρόντων τὰ μέλλοντα προτιμᾷν. ΛΒʹ. Περὶ προνοίας· ὅτι κήδεται καὶ προνοεῖται ἡμῶν ὁ Θεός. ΛΓʹ. Περὶ προσπαθείας καὶ μερίμνης· ὅτι χρὴ ἀπροσπαθῶς διακεῖσθαι περὶ τὰ πράγματα. Λ∆ʹ. Περὶ προφητῶν ἀνδροφονησάντων καὶ εὐαρεστησάντων Θεῷ. ΛΕʹ. Περὶ προφητῶν ἐπιτιμησάντων βασιλεῦσι μετὰ παῤῥησίας. Λ ϛʹ. Περὶ προγνώσεως Θεοῦ· καὶ ὅτι τὰ κρύφια καὶ ἄδηλα τῶν πραγμάτων τῷ Θεῷ χρὴ καταλιμπάνειν. Πάντα γὰρ αὐτῷ μόνῳ γνωστά. ΛΖʹ. Περὶ παρθενίας, καὶ σωφροσύνης, καὶ γάμου σεμνοῦ. ΛΗʹ. Περὶ πορνείας, καὶ μοιχείας, καὶ ἀρσενοκοιτίας. ΛΘʹ. Περὶ πείρας καὶ ἀπειρίας. Μʹ. Περὶ πραότητος καὶ εὐλαβείας. ΜΑʹ. Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ ὀργίλου, καὶ θυμώδους, καὶ ὀξυχόλου. ΜΒʹ. Περὶ πολιτείας ψεκτῆς ἀνηκόων, καὶ ἀνυποτάκτων, καὶ κακοηθῶν, καὶ πανουργῶν. ΜΓʹ. Περὶ πτωχῶν, καὶ πενήτων εὐγενῶς τὸν τῆς πτωχείας ζυγὸν φερόντων· καὶ ὅτι οὐ χρὴ αὐτοὺς ἐκκλίνειν ἢ ἐξουθενεῖν. Μ∆ʹ. Περὶ πτωχῶν καὶ πενήτων ἀχαρίστων καὶ βλασφήμων. ΜΕʹ. Περὶ παίδων τιμώντων γονεῖς, καὶ ὅσα ἕπεται ἀγαθὰ τοῖς ὑπακούουσιν αὐτοῖς. Μʹ. Περὶ πατραλοίων καὶ μητραλοίων· καὶ ὅσα ἕψεται αὐτοῖς ἀπειθοῦσι κακά. ΜΖʹ. Περὶ τοῦ παιδεύειν τοὺς γονεῖς τὰ ἴδια τέκνα καὶ σωφρονίζειν· εἰ γὰρ τοῦτο μὴ πράξωσι, τῆς ἐξ ἐκείνων γινομένης ἁμαρτίας καὶ αὐτοὶ μεθέξουσι. ΜΗʹ. Περὶ πρεσβυτέρων. ΜΘʹ. Περὶ προσφυγίου, καὶ τῶν προσφευγόντων ἐν ἱεροῖς τόποις· ὅτι χρὴ τοῖς μὲν ἀνευθύνοις βοηθεῖν, τοὺς δὲ ὑπαιτίους ἀποπέμπεσθαι. Νʹ. Περὶ πράσεως καὶ ἀγορασίας. ΝΑʹ. Περὶ προαιρέσεως καὶ διαθέσεως· καὶ ὅτι τὴν προαίρεσιν, καὶ ἐπὶ ἀγαθῷ, καὶ ἐπὶ κακῷ ἐξετάζει ὁ Θεός. ΝΒʹ. Περὶ παιδείας Θεοῦ κατὰ δοκιμὴν καὶ πεῖραν γινομένης. ΝΓʹ. Περὶ πλουσίων εὖ καὶ προσηκόντως βιούντων. Ν∆ʹ Περὶ πλουσίων οὐκ εὖ βιούντων. ΝΕʹ. Περὶ τοῦ πλησίον· ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ ἀντιλαμβάνεσθαι αὐτοῦ· καὶ ἐλέγχειν ἀγαπητικῶς τὰ ὡς εἰκὸς γενόμενα παρ' αὐτοῦ κακῶς, καὶ μὴ μνησικακεῖν αὐτῷ. Στοιχεῖον Ρ. Αʹ. Περὶ ῥᾳθυμούντων, καὶ ἀμελούντων, καὶ καταφρονούντων. Βʹ. Περὶ ῥεμβομένων, καὶ πλανωμένων. Στοιχεῖον Σ. Αʹ. Περὶ συγγενῶν· ὅτι χρὴ φιλοτίμως ἔχεσθαι τῆς