1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

25

καὶ βραχύν τινα αὐτοῖς διατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες, ἀπεστράφημεν ὡσεὶ ἐχθρῶν. ΣΤΟΙΧΕΙΟΝ Γ. ΤΙΤΛ. Ζʹ. -Περὶ τῶν γνωσιμαχούντων, καὶ ἑαυτοὺς καταμεμφομένων. Φίλωνος. -Ὁ μὲν Κάϊν, ἐπειδὴ τὸ μέγεθος τοῦ ἄγους ἠγνόησε, τοῦ μηδέποτε περιπεσεῖν θανάτῳ, τιμωρίας δίδωσιν ἁπλουστέρας. Ὁ δὲ μιμητὴς ἐκείνου, μὴ δυνάμενος εἰς τὴν αὐτὴν ἀπολογίαν τῆς ἀγνοίας καταφυγεῖν, διπλᾶς εἰκότως ὑπομένει δίκας, 96.517 ∆ιὰ τοῦτο ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ, διὰ τὴν εἰρημένην αἰτίαν, καθ' ἣν ὁ δεύτερος ἁμαρτὼν, καὶ μὴ σωφρονισθεὶς τῇ τοῦ προηδικηκότος τιμωρίᾳ, τήν τε ἐκείνου παντελῶς ἀναδέχεται ἁπλουστέραν οὖσαν. Καθάπερ ἐν ἀριθμοῖς αἱ μονάδες ἔχουσι καὶ πολυπλασιωτέραν ὁμοιουμένην ταῖς ἐναρίθμοις δεκάσιν, ἦν γνωσιμαχῶν Λάμεχ καθ' ἑαυτοῦ. Τοῦ αὐτοῦ, ἐκ τῶν αὐτῶν. - Τὸ ἐπαισθάνεσθαι τῶν ἐσφαλμένων, καὶ ἑαυτοῦ καταμέμφεσθαι πρὸς δικαίου ἀνδρός. Τὸ δὲ ἀνεπαισθήτως διακεῖσθαι, ἀργαλεώτερα ποιεῖ τῇ ψυχῇ τὰ δεινὰ τοῦ κακοῦ ἀνδρός. ΤΙΤΛ. ΙΖʹ. -Περὶ γυναικὸς ἀνδρείας, καὶ σώφρονος, καὶ συνετῆς. Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου. -Μόνους ἄνδρας τοὺς ὁμοζύγους εἶναι νομιστέον ταῖς γυναιξὶν, οἷς καὶ ἡνώθησαν κατὰ γνώμην Θεοῦ. Φίλωνος, ἐκ τῶν ἐν Ἐξόδῳ Ζητημάτων. -Λέγεται ὑπὸ φυσικῶν ἀνδρῶν, οὐδὲν ἕτερον εἶναι θῆλυ, ἢ ἀτελὲς ἄρσεν. Τοῦ αὐτοῦ. -Ἀσθενέστεραί τέ πώς εἰσιν αἱ γνῶμαι τῶν γυναικῶν, ἔξω τῶν αἰσθητῶν μηδὲν ἰσχύουσαι νοητὸν καταλαβεῖν. ΤΙΤΛ. ΙΗʹ. -Περὶ γυναικῶν πονηρῶν, καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας πληρουσῶν. Εὐσεβίου. - Φίλαυτον γυνὴ καὶ ζηλότυπον οὐ μετρίως, καὶ δεινὸν ἀνδρὸς ἤθη παραλύσαι, καὶ συνεχέσι γοητείαις ὑπάγεσθαι. Μελετήσασα γὰρ θωπείας λόγους, καὶ τὴν ἄλλην ὑπόκρισιν, ὥσπερ ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ διηπατημένων, ὡς ὑπήκοον τὸν ἡγεμόνα νοῦν φενακίζει. Παῖδες δὲ εἰ γένοιντο, φρονήματος ἀποπλησθεῖσα καὶ παῤῥησίας, ὅσα κατ' εἰρωνείαν πρότερον ὑπούλως ὑπῃνίττετο, ταῦτα ἀπ' εὐτολμηροτέρου θράσους ἐκλαλεῖ, καὶ ἀναισχυντοῦσα βιάζεται πράττειν. ΣΤΟΙΧΕΙΟΝ ∆. ΤΙΤΛ. ΙΒʹ. -Περὶ διορθώσεως βίου κακοῦ ἐπὶ τὸ ἀγαθόν· ὅτι εὐάρεστον καὶ φίλον Θεῷ. Τοῦτο δὲ τελεῖται ἐκ τοῦ μεμνῆσθαι μὲν τῶν ἐσφαλμένων καὶ ἀπομυσάττεσθαι· προσεγγίζειν δὲ πεποθημένως τοῖς ἀξιεπαίνοις καὶ χρηστοῖς. Τοῦ ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου, ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. -Ἔσχατοι καιροὶ, ἀδελφοὶ, λοιπὸν αἰσχυνθῶμεν. Φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ Θεοῦ, μὴ εἰς κρῖμα ἡμῖν γένηται. Ἢ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβηθῶμεν, ἢ τὴν ἐνεστῶσαν χάριν ἀγαπήσωμεν ἐν τῷ νῦν βίῳ, μόνον ἐν Χριστῷ Ἰησοῦ εὑρεθῶμεν. ΤΙΤΛ. ΚΓʹ. -Περὶ δικαίων· ὅτι περιφρονοῦνται ὑπὸ τῶν ἀδίκων καὶ ἀσεβῶν, καὶ διασύρονται. Τοῦ ἁγίου Μεθοδίου, ἐκ τῶν κατὰ τοῦ Πορφυ 96.520 ρίου. -Κάλλιστον ταῖς ἀληθείαις, καὶ ἐπαινετὸν κλητέον τοῦτο, κ. τ. ἑ. ΤΙΤΛ. ΚΖʹ. -Περὶ δικαίου καὶ δικαιοσύνης. ∆ιδύμου, εἰς τὸν Ὠσῆε. -Τῇ δικαιοσύνῃ ἀεὶ τὸ ἰσχύειν ἀκολουθεῖ, ὥσπερ τῇ ἀδικίᾳ τὸ ἀσθενεῖν ἕπεται. ΤΙΤΛ. Λʹ. -Περὶ δημιουργίας. Τοῦ ἁγίου Εἰρηναίου, ἐκ τοῦ δʹ ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως. -Περὶ τὸν Θεὸν δύναμις ὁμοῦ καὶ σοφία, κ. τ. ἑ. ΤΙΤΛ. ΛΑʹ. -Περὶ δοξολογίας Θεοῦ. Ἰγνατίου τοῦ Θεοφόρου, πρὸς Ἐφεσίους. - Ὅταν πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε, καθαιροῦνται δυνάμεις τοῦ Σατανᾶ, λύεται ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ὑμῶν τῆς πίστεως. Τοῦ ἁγίου Γρηγορίου τοῦ Θαυματουργοῦ, ἐκ τοῦ, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. -Ἡ μὲν εἰς Θεὸν τὸν ὄντως ὄντα τιμὴ, πάντως που καὶ αὐτοῦ τοῦ τιμῶντός ἐστι τιμή· ἡ δὲ εἰς τὸν οὐκ ὄντα Θεὸν τιμὴ, ἐξ ἐναντίας καὶ αὐτοῦ τοῦ τιμῶντος ἐστὶν ἀτιμία. Θεοτίμου. -Καὶ ὄντως μνήμην ἔχειν Θεοῦ, ζωῆς ἐστι μνήμην ἔχειν, ἐπιλελῆσθαι δὲ, γίνεται τὸ τεθνάναι. ΤΙΤΛ. ΛΘʹ. -Περὶ δούλων χρηστῶν. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Πολύκαρπον ἐπιστολῆς. -Οἱ δοῦλοι μὴ ἐράτωσαν ἀπὸ κοινοῦ ἐλευθεροῦσθαι, ἀλλ' εἰς δόξαν τοῦ Θεοῦ τὸ πλεῖον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ὑπὸ Θεοῦ τύχωσιν. ΣΤΟΙΧΕΙΟΝ Ε. ΤΙΤΛ. ΜΒʹ. -Περὶ ἐλεημοσύνης, καὶ εὐποιίας εἰς πτωχούς. Τοῦ ἁγίου