1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

11

σταυρὸς, καὶ ἡ ζωηφόρος ἀνάστασις ὑπῆρχον, ἅτινα διὰ τὸ μεμιαμμένον Βενετοπράσινον ὄνομα, ὃ ἐπεθήκαμεν ἑαυτοῖς, καὶ ἐβδελύχθημεν ὑπὸ Χριστοῦ τοῦ ἁγιάσαντος ἡμᾶς τῷ θείῳ αὐτοῦ ὀνόματι, εἰς χεῖρας μεμιαμμένων παρεδόθησαν καὶ ἐμιάνθησαν. 96.473 ΤΙΤΛ. Θʹ. -Περὶ ἀρχομένων· ὅτι πρὸς τὰς προαιρέσεις τῶν ἀρχομένων πονηρὰς, οὕτω καὶ ἄρχοντας λοιμοὺς καθιστᾷ τὸ θεῖον κρίμα. Φίλωνος, ἐκ τοῦ αʹ τῶν ἐν Γενέσει ζητουμένων. -Ωσπερ κίονες οἰκίας ὅλας ὑπερείδουσιν, οὕτω καὶ αἱ θεῖαι δυνάμεις τὸν σύμπαντα κόσμον, καὶ τοῦ ἀνθρωπείου τὸ ἄριστον καὶ θεοφιλέστατον γένος. ΤΙΤΛ. ΙΒʹ. -Περὶ ἀναρχίας· ὅτι ἐπιβλαβὴς καὶ ἐπικίνδυνος, καὶ συγχύσεως αἰτία. Ὠσῆε. -Ἀκούσατε λόγον Κυρίου, υἱοὶ Ἰσραήλ· ὅτι κρίσις πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι. ∆ιὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ σμικρυνθήσεται ἐν πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Σχόλ. Μάθωμεν διὰ τοῦ θείου τούτου, καὶ τῶν ἑξῆς, τί τὸ αἴτιον τῆς καταλαβούσης ἡμᾶς ἀναρχίας καὶ συγχύσεως, καὶ ὡς οὐκ ἄδικος ὁ Θεὸς ὁ ἐπαφήσας ἡμῖν τὴν καταδυναστείαν τὴν ἐξ ἐθνῶν. Ἐμολύναμεν γὰρ πρὸς τοῖς μυρίοις ἡμῶν ἀτοπήμασι, καὶ ἐμφυλίῳ αἵματι τὴν ἁγίαν καὶ τῷ παντὶ κόσμῳ σεβασμίαν τοῦ Θεοῦ ἡμῶν πόλιν, ὡς καὶ μετανάστην γενέσθαι ταύτης τὸν τίμιον σταυρὸν τὴν ζωὴν ἡμῶν. ΤΙΤΛ. ΙΓʹ. -Περὶ ἀρίστων ἀνδρῶν· ὅτι σωτήριος ἡ τούτων ἐφορία καὶ ἐπιστασία τοῖς πράγμασι καὶ τῷ λαῷ. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῶν ἐν Γενέσει ζητουμένων. -Ἐάν τις κατ' οἰκίαν ἢ κώμην, ἢ πόλιν, ἢ ἔθνος γένηται φρονήσεως ἐραστὴς, ἀνάγκη, τὴν οἰκίαν καὶ τὴν πόλιν ἐκείνην ἀμείνονι βίῳ χρήσα 96.476 σθαι. Ὁ γὰρ ἀστεῖος κοινὸν ἀγαθόν ἐστιν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ' ἑαυτοῦ προτείνων ὠφέλειαν. ΤΙΤΛ. Ιʹ. -Περὶ ἀκαταστάτων ἐν λογισμῷ, καὶ τῇ γνώμῃ ἀνιδρύτων. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει ζητουμένων. - Πέφυκεν ἄφρων ἐπὶ μηδενὸς ἑστάναι καὶ ἐρηρεῖσθαι δόγματος. Ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει, καὶ περὶ τῶν αὐτῶν ἐστιν, ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος κοινοτέρου, τἀναντία· καί ἐστιν ἡ ζωὴ αὐτοῦ πᾶσα κρεμαμένη, βάσιν ἀκράδαντον οὐκ ἔχουσα, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ πραγμάτων. ΤΙΤΛ. ΙΗʹ. -Περὶ ἀγγελλόντων καὶ μεσαζόντων ἀπόκρισιν. Τοῦ ἁγίου Ἰγνατίου, ἐκ τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς. -Πάντα ὃν ἂν πέμπῃ ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως ἡμᾶς δεῖ ὑποδέξασθαι, ὡς αὐτὸν τὸν πέμψαντα. ΤΙΤΛ. ΚΑʹ. -Περὶ ἁμαρτημάτων, καὶ ὅτι τὰ ἡμέτερα ἁμαρτήματα προξενοῦσι καὶ ἄγουσιν ἐφ' ἡμᾶς τὰ κακά. Κυρίλλου, ἐκ τοῦ ιεʹ κατὰ Ἰουλιανοῦ. -Πολλὰ πταίομεν ἅπαντες. Νοσεῖ γὰρ ἡ φύσις τὸ εἰς ἁμαρτίαν εὔκολον, διὰ τὸν ἐξ ἀρχῆς εἰσοικισάμενον τὸ πάθος. Κλήμεντος, ἐκ τοῦ ηʹ Στρωμ. - Φοβηθῶμεν, οὐχὶ νόσον τὴν ἔξωθεν, ἀλλὰ ἁμαρτήματα δι' ἃ ἡ νόσος. Τοῦ αὐτοῦ (Φίλωνος) ἐκ τῆς τῶν ἐν Ἐξόδῳ Ζητημάτων. -Ἡ φορὰ τῶν κακιῶν ἀνακυκᾷ καὶ στροβεῖ τὴν ψυχὴν, ἴλιγγον αὐτῇ περιτιθεῖσα, τὸν καλύπτοντα, καὶ καμμύειν ἐκβιαζόμενον τὴν φύσει μὲν πρέπουσαν ὄψιν, ἐπιτηδεύσει δὲ τυφλουμένην. Τῶν αὐτῶν. -Οὐδὲν ἀναντίον καὶ μαχόμενον ταῖς ὁσιωτάταις τοῦ Θεοῦ δυνάμεσιν, ὡς ἀδικία. ΤΙΤΛ. ΜΒʹ. -Περὶ ἁμαρτάνοντος καὶ σφάλλοντος· ὅτι δεῖ αὐτὸν ἐντρέπεσθαι, καὶ μὴ ἀντιῤῥημονεῖν τῷ ἐλέγχοντι. Φίλωνος, ἐκ τῶν ἐν Γενέσει Ζητουμένων. - Τὸ μὴ ἁμαρτάνειν μηδὲν τὸ παράπαν, μέγιστον ἀγαθόν· τὸ ἁμαρτάνοντα ἐκτραπῆναι, συγγενὲς ἐκείνου· νεώτερον ὡς ἄν τις εἴποι παρὰ πρεσβύτερον. Εἰσὶ γὰρ οἱ ἐπὶ ἁμαρτανομένοις, ὡς ἐπὶ κατορθώμασιν ἀγαλλόμενοι, δυσίατον, μᾶλλον δὲ ἀνίατον νόσον ἔχοντες. ΤΙΤΛ. Μ∆ʹ. -Περὶ ἁγίων καὶ μακαριζομένων ἀνδρῶν, ἐφ' οἷς δρῶσι, καὶ ὑπὲρ ὧν τετύχασιν. Τοῦ Νύσσης, ἐκ τοῦ εἰς τὸν ἅγιον Ῥωμανόν. -Οὐ μήρυνθον λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν ἐπικυβιστῶντες γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσι, ἀλλ' ἀντὶ μὲν σχοινίου τὴν στενὴν καὶ ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι. Τῶν δὲ τυραννουμένων ξιφῶν τὰς ἀκμὰς τῇ τῶν πληγῶν φιλοτιμίᾳ 96.477 ἀμβλύνουσιν, οὐ