1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

2

Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες· καὶ τούτῳ παρέλυε τὸν νόμον, καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν, ὅτι πάντα καθαρῶς ἐκήρυττεν. Ἀμέλει ἐν τούτῳ αὐτὸν δοκοῦσι καταιδεῖν τῷ πλήθει, λέγοντες, Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; ∆ιὰ τοῦτο αὐτὸν ἐμίσουν καὶ ἀπεστρέφοντο, ὅτι κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τίνος οὖν ἕνεκεν οὐκ ὢν τῶν Ἰουδαίων διδάσκαλος ἐπιστέλλει αὐτοῖς; ποῦ δὲ οὖσιν ἐπέστελλεν; Ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ. Πῶς οὖν ἐπιστέλλει; Ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· οὐ γὰρ ἀπεστάλην, φησὶ, βαπτίζειν· οὐ μὴν ἐκωλύθη· ἀλλ' ἐκ παρέργου τοῦτο ποιεῖ. Πῶς δὲ οὐκ ἂν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἤθελε; ∆ιὰ τοῦτο ἔλεγε· Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον· μεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς. Οὔπω γὰρ συνειλημμένος ἦν. ∆ύο μὲν οὖν ἔτη ἐποίησεν ἐν Ῥώμῃ δεδεμένος· εἶτα ἀφείθη· εἶτα εἰς τὰς Σπανίας ἦλθεν· εἶτα εἰς Ἰουδαίαν ἔβη, ὅτε καὶ Ἰουδαίους εἶδε. Καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώμην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. Ταύτης μὲν οὖν τῆς ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιμόθεον. Ἐκεῖ γάρ φησιν· Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ ἐκεῖ πάλιν φησίν· Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Πολλαχοῦ γὰρ ἤθλησε, καθὼς καὶ Θεσσαλονικεῦσιν ἐπιστέλλων λέγει· Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῆς Ἰουδαίας. Καὶ αὐτοῖς δὲ τούτοις γράφων φησί· Μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρ 63.12 χόντων ὑμῶν προσεδέξασθε. Ὁρᾷς ἀθλοῦντας αὐτούς; Εἰ δὲ τοῖς ἀποστόλοις οὕτως ἐκέχρηντο οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ὅπου μεταξὺ ἐθνῶν ἦσαν, τί οὐκ ἂν ἐποίησαν τοῖς πιστοῖς; ∆ιὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. Ὅταν γὰρ λέγῃ· Πορεύομαι διακονῶν τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύμοις· καὶ πάλιν, ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν· Ἐὰν ᾖ ἄξιον κἀμὲ πορεύεσθαι, τοῦτο λέγει. Καὶ ὅταν λέγῃ· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει. Καὶ ὅταν λέγῃ· ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, τοῦτο λέγει. Ταῦτα δὲ οὐχ ἁπλῶς φησι περὶ τῶν πτωχῶν τῶν ἐκεῖ, ἀλλ' ὥστε ἐν ἐκείνῳ κοινωνεῖν ἡμᾶς τῆς εὐποιίας. Οὐ γὰρ ὥσπερ τὸ κήρυγμα ἑαυτοῖς ἀπενείμαμεν, καὶ ἡμεῖς μὲν εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτομὴν, οὕτω καὶ τὴν πρόνοιαν τῶν πτωχῶν, φησὶν, ἐνειμάμεθα. Καὶ πανταχοῦ ὁρᾷς αὐτῶν πολλὴν πρόνοιαν τὸν Παῦλον ποιούμενον· καὶ εἰκότως. Ἐν μὲν οὖν τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο· ἐκεῖ δὲ ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον ὑπὸ Ῥωμαίοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο. Εἰ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν, ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον ἔμπροσθεν τοῦ βήματος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν· ἀλλ' οὐκ ἐν τῇ Ἰουδαίᾳ; βʹ. Ὁρᾷς γοῦν ὅτι ἐν μὲν ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν· ἐνταῦθα δὲ οὐδεμίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ' αὐτοὶ συνέδριον καθίζουσι, καὶ ἀναιροῦσιν οὓς ἂν ἐθέλωσιν. Οὕτω γοῦν τὸν Στέφανον ἀνεῖλον, οὕτω τοὺς ἀποστόλους ἐμάστιξαν, οὐκ ἐπὶ ἄρχοντας ἀγαγόντες· οὕτω καὶ τὸν Παῦλον ἔμελλον ἀναιρεῖν, εἰ μὴ ὁ χιλίαρχος ἐπέῤῥιψεν ἑαυτόν. Ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο. Ὅρα γοῦν αὐτὸν τὸν Παῦλον ἐπὶ τοῦ ἱερέως κρινόμενον, καὶ λέγοντα· Οὐκ ᾔδειν ὅτι ἀρχιερεύς ἐστι, καὶ ταῦτα ἐπὶ τοῦ ἄρχοντος. Πολλὴν γὰρ εἶχον τότε ἐξουσίαν. Ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν. Ὁ τοίνυν ἀνάθεμα ὑπὲρ τῶν μήπω πιστευσάντων εὐχόμενος γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι, εἰ δέοι, καὶ πολλὴν πανταχοῦ πρόνοιαν αὐτῶν ποιησάμενος, τί θαυμαστὸν, εἰ καὶ διὰ γραμμάτων αὐτοὺς