1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

67

τύπος, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ εἶναι. Ὥσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν (ἐνταῦθα μὲν γὰρ προσηγορίαι ἦσαν βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια) οὕτω καὶ ἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια. Πῶς οὖν ἀρχὴν ἔχει; Ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον· τοῦτο γὰρ ἀδύνατον· ἔχει γὰρ Πατέρα· ἐπεὶ πῶς υἱός; ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς, μήτε τέλος. Ἀφ 63.98 ωμοιωμένος δὲ, φησὶ, τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ποῦ ἡ ὁμοιότης; Ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν. καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι. Ἐνταῦθα ἡ ὁμοιότης. Εἰ δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἶναι, οὐκέτι τύπος ἦν καὶ ἀλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα. Οὕτω καὶ ἐν ταῖς σκιαγραφουμέναις εἰκόσι γινόμενον ἴδοι τις ἄν· ἐν ἐκείναις γὰρ ἔστι μέν τι καὶ ὅμοιον, ἔστι δὲ καὶ ἀνόμοιον· διὰ μὲν γὰρ τῆς ἁπλῶς γραφῆς ὁμοιότης τίς ἐστι τοῦ χαρακτῆρος· τῶν χρωμάτων δὲ ἐπιτεθέντων, τότε φανερῶς δείκνυται ἡ διαφορὰ, καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον. Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Τέως ἥρμοσε τὸν τύπον. Θαῤῥῶν λοιπὸν δείκνυσι αὐτὸν τῶν ἀληθινῶν πραγμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. Εἰ δὲ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων· τί ἄν τις εἴποι περὶ τῆς ἀληθείας; Ὁρᾷς ἐξ ὅσης περιουσίας δείκνυσι τὴν ὑπεροχήν· Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Ἀκροθίνια τὰ λάφυρα λέγεται. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετασχόντι τοῦ πολέμου ἔδωκε· διὰ γὰρ τοῦτο εἶπεν, Ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων· δηλῶν ὅτι οἴκοι ἐκάθητο, καὶ ὅτι τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκε. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Τοσαύτη, φησὶ, τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὥστε τοὺς ὁμοτίμους ἀπὸ προγόνων καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. ∆εκάτας γοῦν παρ' ἐκείνων λαμβάνουσιν. Ὅταν οὖν εὑρεθῇ τις παρ' αὐτῶν τούτων δεκάτας λαμβάνων, ἆρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνος δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὁμότιμος ἦν αὐτοῖς, ἀλλ' ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. Βαβαί! τὶ εἰργάσατο; μεῖζον ἢ τὰ κατὰ τὴν πίστιν ἐν τῇ πρὸς Ῥωμαίους κινῶν Ἐπιστολῇ διεσάφησεν. Ἐκεῖ μὲνγὰρ καὶ τῆς ἡμετέρας καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν Ἀβραὰμ προπάτορα εἶναί φησιν· ἐνταῦθα δὲ αὐτοῦ σφόδρα κατατολμᾷ, καὶ δείκνυσι τὸν ἀκρόβυστον πολλῷ βελτίονα. Πῶς οὖν ἔδειξεν; ὅτι Λευῒ δεκάτας ἔδωκεν; Ὁ Ἀβρὰμ, φησὶν, ἔδωκε. Καὶ τί πρὸς ἡμᾶς τοῦτο; Μάλιστα μὲν οὖν πρὸς ὑμᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευΐτας βελτίονας εἶναι τοῦ Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάμ. Εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκε, Καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγησεν. Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν Ἰουδαίοις, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, καὶ ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων. Χωρὶς δὲ πάσης ἀντιλογίας, φησὶ, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Τουτέστι, πᾶσι δοκεῖ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖσθαι. Οὐκοῦν κρείττων ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Ἀλλ' ἵνα ἐκεῖνα μὴ εἴπωσι, τί ἄνω ἀπέρχῃ; τί πρὸς τοὺς ἱερέας ἡμῶν, εἰ Ἀβραὰμ δεκάτην ἔδωκεν; εἰπὲ τὰ εἰς ἡμᾶς· ἐπάγει καὶ λέγει· Καὶ, ὡς ἔπος εἰπεῖν. Καὶ καλῶς αὐτὸ ἐκό 63.99 λασε, φανερῶς μὴ εἰπὼν, ἵνα μὴ πλήξῃ. ∆ιὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Πῶς; Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέχ. Τουτέστιν, ἐν αὐτῷ ἦν ὁ Λευῒ καὶ μήπω τεχθεὶς, δι' αὐτοῦ τὴν δεκάτην ἐδίδου. Ὅρα, οὐκ εἶπεν, Οἱ Λευῗται, ἀλλ' Ὁ