1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

57

λέγω αὐτὸ τὸ μικρόν; Καὶ μετὰ τὸ ἐξαιρεθῆναι, ἐπιπολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι· καὶ διὰ τοῦτο δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλεον αὐτῆς ἐλευθερωθῆναι· οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ δεῖ καὶ τὸν πληγέντα θεραπεῦσαι τόπον. Ἀλλὰ δέδοικα μὴ πρὸς ἡμᾶς ᾖ τὸ λεγόμενον μᾶλλον ἢ πρὸς ἑτέρους, τὸ, Γῆ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν· ἀεὶ γὰρ πίνομεν, ἀεὶ ἀκούομεν, ἀλλ' εὐθέως τὴν νοτίδα ἀπόλλυμεν, τοῦ ἡλίου ἀνατείλαντος, καὶ διὰ τοῦτο ἀκάνθας ἐκφέρομεν. Τίνες οὖν αἱ ἄκανθαι; Ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, ὅτι ἡ μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον. βʹ. Οὐδὲν οὕτως εὔθετον, ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθμον, ὡς βίος ἄριστος, οὐδὲν οὕτως εὔθετον, ὡς ἀρετή. Καὶ τίκτουσα, φησὶ, βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Ἐνταῦθά φησι τὸν Θεὸν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων τοὺς Ἕλληνας ἠρέμα, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γέννησιν ἐπιγράφοντας. Οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα· διὰ τοῦτό φησι· Μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο, ἀλλὰ τί; Ἐκφέρουσα ἀκάνθας ὡς ἂν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα. Ἀδόκιμος, φησὶ, καὶ κατάρας ἐγγύς. Βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος! Κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα· ὁ δὲ μηδέπω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ' ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται. Καὶ οὐ τούτῳ μόνῳ παρεμυθή 63.85 σατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, Ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἥτις καήσεται· ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· δηλῶν ὅτι ἐὰν μέχρι τέλους οὕτως ἐπιμείνῃ, τούτῳ πείσεται. Ὥστε, ἐὰν ἐκτέμωμεν καὶ κατακαύσωμεν τὰς ἀκάνθας, δυνησόμεθα τῶν μυρίων ἀπολαῦσαι ἀγαθῶν, καὶ γενέσθαι δόκιμοι, καὶ εὐλογίας μετασχεῖν. Εἰκότως δὲ τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν, εἰπὼν, Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους· ὅθεν γὰρ ἂν αὐτὴν κατάσχῃς, πλήττει καὶ δάκνει, καὶ ἔστιν ἀειδὴς καὶ τῷ ἰδεῖν. Καθαψάμενος τοίνυν αὐτῶν ἱκανῶς, καὶ φοβήσας καὶ πλήξας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν, καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων νωθρότερον ἐργάζεται. Οὔτε οὖν πάντη κολακεύει, ὥστε μὴ ἐπᾶραι, οὔτε πάντη πλήττει, ὥστε μὴ ὑπτιωτέρους ποιῆσαι· ἀλλ' ὀλίγον ἐμβαλὼν τὸ πληκτικὸν, πολὺ τὸ θεραπευτικὸν προσφέρει διὰ τῶν ἐπαγομένων, ὥστε ὃ βούλεται κατορθῶσαι. Τί γάρ φησι; Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Τουτέστιν, οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ ὑμᾶς τοῖς ῥήμασι φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Καὶ τοῦτο τῆς συνέσεως Παύλου μάλιστα. Καὶ οὐκ εἶπε, Νομίζομεν, οὐδὲ, Στοχαζόμεθα, οὐδὲ, Προσδοκῶμεν, οὐδὲ, Ἐλπίζομεν, ἀλλὰ τί; Πεπείσμεθα. Ὃ καὶ Γαλάταις γράφων ἔλεγε· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπε, Φρονεῖτε, ἀλλὰ, Φρονήσετε. Ἐκεῖ μὲν γὰρ ἐπειδὴ σφόδρα κατεγνωσμένοι ἦσαν, καὶ οὐκ εἶχεν αὐτοὺς ἀπὸ τῶν παρόντων ἐπαινέσαι, ἀπὸ τῶν μελλόντων τοῦτο ποιεῖ, Οὐδὲν ἄλλο φρονήσετε, λέγων· ἐνταῦθα δὲ ἀπὸ τῶν παρόντων· Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττω, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν· Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες Βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέῤῥωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι