1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

146

τοίνυν τοῦτο ἀσκῶμεν, ἀλλ' ἐκεῖνο· ἐκείνου ἐχώμεθα, ἵνα μετὰ λαμπάδων φαιδρῶν ἀπέλθωμεν εἰς τὸν νυμφῶνα. Οὐ γὰρ ταῖς παρθένοις τοῦτο ἐπήγγελται μόνον, ἀλλὰ ταῖς ψυχαῖς ταῖς παρθένοις· ἐπεὶ, εἰ παρθένων ἦν ἁπλῶς τοῦτο, οὐκ ἂν αἱ πέντε ἀπεκλείσθησαν. Πασῶν τοίνυν ἐστὶ τοῦτο ὅσαι τὴν ψυχήν εἰσι παρθένοι, ὅσαι τῶν νοημάτων τῶν βιωτικῶν εἰσιν ἀπηλλαγμέναι· φθείρουσι γὰρ τὰς ψυχὰς 63.202 τὰ νοήματα ταῦτα. Ἐὰν τοίνυν ἀκέραιοι μένωμεν, ἀπελευσόμεθα ἐκεῖ καὶ δεχθησόμεθα. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ταῦτα οὐ πρὸς τὰς παρθένους εἶπεν, ἀλλὰ πρὸς τὸ πλήρωμα τῆς ἐκκλησίας ἁπάσης. Ἡ γὰρ ἄφθορος ψυχὴν παρθένος ἐστὶ, κἂν ἄνδρα ἔχῃ· παρθένος ἐστὶ τὴν ὄντως παρθενίαν, τὴν θαυμαστήν· αὕτη γὰρ ἡ τοῦ σώματος ἐκείνης ἐστὶν ἐπακολούθημα καὶ σκιὰ, ἡ δὲ ἀληθὴς παρθενία ἐκείνη ἐστί. Ταύτην ἀσκῶμεν, καὶ οὕτω δυνησόμεθα μετὰ φαιδροῦ προσώπου τὸν νυμφίον ἰδεῖν, μετὰ φαιδρῶν εἰσελθεῖν τῶν λαμπάδων, ἐὰν τὸ ἔλαιον ἡμᾶς μὴ ἐπιλίπῃ, ἐὰν τὰ χρυσία χωνεύσασαι ἔλαιον ἐργασώμεθα τοιοῦτον, ὃ ποιεῖ φαιδρὰς τὰς λαμπάδας· τὸ δὲ ἔλαιον ἐκεῖνό ἐστιν ἡ φιλανθρωπία. Ἐὰν ἑτέροις μεταδῶμεν τὰ ὄντα, ἐὰν ἔλαιον αὐτὰ ἐργασώμεθα, τότε ἡμῶν προστήσεται, καὶ οὐκ ἐροῦμεν ἐν ἐκείνῳ τῷ καιρῷ, ∆ότε ἡμῖν ἔλαιον ὅτι σβέννυνται ἡμῶν αἱ λαμπάδες, οὐδὲ ἑτέρων δεηθησόμεθα, οὐδὲ ἀπελθοῦσαι πρὸς τοὺς πωλοῦντας, ἀποκλεισθησόμεθα, οὐδὲ ἀκουσόμεθα τῆς φωνῆς ἐκείνης τῆς φοβερᾶς καὶ φρικτῆς, κρούουσαι τὰς θύρας· Οὐκ οἶδα ὑμᾶς· ἀλλ' ἐπιγνώσεται ἡμᾶς, καὶ συνεισελευσόμεθα τῷ νυμφίῳ, καὶ εἰσελθόντες εἰς τὸν νυμφῶνα τὸν πνευματικὸν, μυρίων ἀπολαύσομεν τῶν ἀγαθῶν. Εἰ γὰρ ἐνταῦθα οὕτω φαιδρὸς ὁ νυμφὼν, οὕτω λαμπραὶ αἱ παστάδες, ὡς μηδένα κορέννυσθαι προσέχοντα· πόσῳ μᾶλλον ἐκεῖ; Θάλαμός ἐστιν ὁ οὐρανὸς, καὶ τοῦ οὐρανοῦ ὁ νυμφὼν βελτίων· ἐκεῖ εἰσελευσόμεθα. Εἰ δὲ ὁ νυμφὼν οὕτω καλὸς, τίς ἄρα ἔσται ὁ νυμφίος; Καὶ τί λέγω τὰ χρυσία ἀποθέμεναι μεταδῶμεν τοῖς δεομένοις; εἰ γὰρ καὶ ἑαυτὰς πωλεῖν ἐχρῆν, εἰ γὰρ ἀντ' ἐλευθέρων γενέσθαι δούλας, ὥστε δυνηθῆναι μετ' ἐκείνου εἶναι τοῦ νυμφίου, τοῦ κάλλους ἀπολαύειν ἐκείνου, μόνον ὁρᾷν εἰς τὸ πρόσωπον ἐκείνου· οὐκ ἐχρῆν μετὰ προθυμίας ἅπαντα καταδέξασθαι; Καὶ βασιλέα μὲν τὸν ἐπὶ γῆς ἵνα μόνον ἴδωμεν, πολλάκις ὑπὲρ τοῦ ἰδεῖν αὐτὸν καὶ τὰ ἐν χερσὶ ῥίπτομεν, καὶ ἀναγκαῖα ὄντα· ὑπὲρ δὲ τοῦ βασιλέα καὶ νυμφίον ἐν οὐρανοῖς ἀμφότερα ὄντα, ὥστε μὴ μόνον καταξιωθῆναι ἰδεῖν, ἀλλὰ καὶ προηγεῖσθαι αὐτοῦ μετὰ λαμπάδων, καὶ ἐγγὺς αὐτοῦ εἶναι, καὶ διαπαντὸς εἶναι μετ' αὐτοῦ, τί οὐκ ἔδει ποιεῖν; τί δὲ οὐ πράττειν; τί δὲ οὐχ ὑπομένειν; ∆ιὸ, παρακαλῶ, λάβωμέν τινα πόθον ἐκείνων τῶν ἀγαθῶν, ποθήσωμεν ἐκεῖνον τὸν νυμφίον, ὦμεν παρθένοι τὴν ἀληθῆ παρθενίαν· τὴν γὰρ τῆς ψυχῆς παρθενίαν ἐπιζητεῖ ὁ ∆εσπότης. Μετὰ ταύτης εἰσέλθωμεν εἰς τὸν οὐρανὸν, μὴ ἔχοντες σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἵνα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ ΚΘʹ. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι·

καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· Υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; αʹ. Ἔστιν εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικε. Τὸ μὲν γάρ ἐστιν, ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας πολλούς· ὅπερ ἀνωτέρω ἔθηκεν εἰπὼν, Ἀναμιμνήσκεσθε τὰς