1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

105

ἄκουσον τί φησιν τῷ ∆αυΐδ· Οὐχὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου; Ὅταν οὖν ἴδῃς νέον χωρὶς πόνων κλῆρον παραλαβόντα πατρῷον, καὶ μείναντα κακὸν, εὖ ἴσθι ὅτι ἡ κόλασις αὐτῷ αὔξεται, καὶ τὰ τῆς τιμωρίας ἐπιτείνεται. Μὴ δὴ τούτους ζηλῶμεν, ἀλλ' εἴ τις ἀρετὴν διεδέξατο, εἴ τις πλοῦτον πνευματικὸν ἐκτήσατο. Οὐαὶ γὰρ, φησὶν, οἱ πεποιθότες ἐπὶ τῷ πλούτῳ αὐτῶν· καὶ πάλιν· Μακάριοι οἱ φοβούμενοι τὸν Κύριον. Τίνων βούλει εἶναι, εἰπέ μοι; Πάντως τῶν μακαριζομένων. Τούτους οὖν ζήλου, μὴ ἐκείνους, ἵνα καὶ τῶν ἀποκειμένων αὐτοῖς τύχῃς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΑʹ. Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν

ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μὲν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπα γὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσ εδέξασθε, γινώσκοντες ἔχειν κρείσσονα ὕπαρ ξιν ἑαυτοῖς ἐν οὐρανοῖς, καὶ μένουσαν. αʹ. Οἱ τῶν ἰατρῶν ἄριστοι, ἐπειδὰν βαθεῖαν δῶσι τομὴν, καὶ τὰς ἀλγηδόνας ἐπιτείνωσι διὰ τῆς πληγῆς, παραμυθούμενοι τὸ πονοῦν, καὶ τεθορυβημένην ἀναπαύοντες καὶ ἀνακτώμενοι τὴν ψυχὴν, ἑτέραν οὐκέτι προσάγουσι τομὴν, ἀλλὰ καὶ τὴν δοθεῖσαν φαρμάκοις προσηνέσι καὶ τὸ πολὺ τῆς ὀδύνης ἱκανοῖς ἀφανίσαι παραμυθοῦνται. Τοῦτο καὶ ὁ Παῦλος 63.148 ἐποίησε, κατασείσας αὐτῶν τὰς ψυχὰς, καὶ κατανύξας τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὅτι πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως τιμωρηθήσονται, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας τὰ εἰρημένα, καὶ εἰπὼν, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως· καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει. Ἀναμιμνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Πολλὴ ἡ διὰ τῶν ἔργων παράκλησις· τὸν γὰρ ἀρχόμενον πράγματος, προϊόντα ἐπιδιδόναι χρή. Ὡς ἂν εἰ ἔλεγεν· Ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυ 63.149 μίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα· νῦν δὲ οὐκέτι. Καὶ ὁ παρακαλῶν, οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων. Καὶ ὅρα, οὐχ ἁπλῶς εἶπεν· Ἄθλησιν ὑπεμείνατε, ἀλλὰ μετὰ προσθήκης τοῦ, Πολλήν. Καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλὰ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα καὶ ἐπαίνων μεγίστων. Εἶτα καὶ καταλέγει κατὰ μέρος, πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν. Πῶς; Τοῦτο μὲν ὀνειδισμοῖς, φησὶ, καὶ θλίψεσι θεατριζόμενοι. Μέγα γὰρ ὀνειδισμὸς καθικέσθαι καρδίας, καὶ ἱκανὸν διαστρέψαι ψυχὴν, καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ τί φησιν ὁ Προφήτης· Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου; καὶ πάλιν· Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ἐπειδὴ γὰρ σφόδρα κενόδοξόν ἐστι τὸ ἀνθρώπινον γένος, διὰ τοῦτο καὶ ὑπὸ τούτου ῥᾳδίως ἁλίσκεται. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ὀνειδισμοῖς, ἀλλὰ καὶ αὐτὸ μετ' ἐπιτάσεως πολλῆς, Θεατριζόμενοι, φησίν. Ὅταν μὲν γάρ τις ὀνειδίζηται καθ' ἑαυτὸν, λυπηρὸν μὲν, πολλῷ δὲ πλέον, ὅταν ἐπὶ πάντων. Ἐννόησον γάρ μοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος, καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν