1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

128

φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΣΤʹ. Πίστει καὶ περὶ μελλόντων ηὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ.

Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ ηὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πίστει Ἰωσὴφ τελευτῶν, περὶ τῆς ἐξό δου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐνετείλατο. αʹ. Πολλοὶ, φησὶ, προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι; Καὶ σφόδρα. Εἰ γὰρ καὶ διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, οὐκ ἀπεκαλύπτετο ὁ Υἱὸς, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο. Τοῦτο καὶ νῦν ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι, τὴν ἀνάστασιν τοῦ Χριστοῦ. Ἢ οὖν τοῦτό φησι, ἢ τὸ, Πίστει περὶ μελλόντων, οὐ περὶ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ τῶν ἐνταῦθα μελλόντων ὕστερον γίνεσθαι, λέγει. Ἂν γὰρ μὴ τοῦτο, πῶς ἄνθρωπος καθήμενος ἐν ξένῃ, τοιαύτας εὐλογίας ἠδύνατο διδόναι; πῶς δαὶ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν; Ὁρᾷς ὅτι ὅπερ ἔφην ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώνατο τῆς εὐλογίας, ἀλλ' εἰς ἐκγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν; εὑρίσκομεν γὰρ τὸν 63.178 ἀδελφὸν μᾶλλον ἀπολελαυκότα. Ὁ μὲν γὰρ ἐν δουλείᾳ καὶ θητείᾳ καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις τὸν ἅπαντα διεγένετο χρόνον, ἐρωτώμενός τε παρὰ τοῦ Φαραὼ φησί· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν· ἐκεῖνος δὲ ἐν ἀδείᾳ καὶ αὐθεντίᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός. Ποῦ οὖν ἐξέβησαν αἱ εὐλογίαι, ἀλλ' ἢ ἐν τῷ μέλλοντι; Ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπήλαυον· οἱ δὲ δίκαιοι τοὐναντίον, οὐ μὴν πάντες. Ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἦν καὶ ἀπήλαυσε καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· καὶ γὰρ πλοῦτος ἦν αὐτῷ μόνον, ἐπεὶ τὰ ἄλλα πάντα θλίψεως ἔγεμε τὰ κατ' αὐτόν. Οὐ γὰρ ἔστι τὸν δίκαιον μὴ θλίβεσθαι, κἂν πλουτῇ· ὅταν γὰρ βούληται πλεονεκτεῖσθαι, ἀδικεῖσθαι, τὰ ἄλλα πάσχειν, ἀνάγκη θλίβεσθαι. Ὥστε κἂν ἀπολαύῃ τοῦ πλούτου, οὐκ ἀλύπως. Τί δήποτε; Ὅτι ἐν θλίψει ἐστὶ καὶ ὀδύνῃ. Εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν. Πίστει περὶ μελλόντων, φησὶν, εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἡσαῦ. Καίτοι γε μείζων ἦν ὁ Ἡσαῦ· ἀλλὰ προτίθησιν ἀπὸ τῆς ἀρετῆς τὸν Ἰακώβ. Ὁρᾷς ὅτι ἦν ἡ πίστις; Πόθεν γὰρ ἐπηγγείλατο τοῖς υἱοῖς τὰ τοσαῦτα ἀγαθὰ, ἢ ἀπὸ τοῦ πιστεύειν τῷ Θεῷ πάντως; Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν. Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἐνταῦθα 63.179 δείκνυσιν, ὅτι οὐ μόνον εἶπεν, ἀλλὰ καὶ οὕτως ἐθάῤῥει τοῖς ἐσομένοις, ὡς καὶ τῷ ἔργῳ αὐτῷ ἐπιδεῖξαι. Ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραῒμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτό φησι· Καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Τουτέστι, καὶ γέρων ὢν ἤδη προσεκύνει τῷ Ἰωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ. Καὶ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλε καὶ ὕστερον διὰ τῶν δέκα φυλῶν. Ὁρᾷς πῶς τὰ ὕστερον ἐσόμενα προεῖπεν; Ὁρᾷς ὅσην εἶχον πίστιν; πῶς ὑπὲρ τῶν ἐσομένων ἐπίστευον; Τὰ μὲν γὰρ ὑπομονῆς ἐνταῦθά ἐστιν ὑποδείγματα μόνης, τὰ παρόντα, καὶ τοῦ παθεῖν κακῶς, καὶ τοῦ μηδὲν ἀπολαμβάνειν ἀγαθὸν, οἷον τὸ ἐπὶ τοῦ Ἀβραὰμ, τὸ ἐπὶ τοῦ Ἄβελ· τὰ δὲ πίστεως, οἷον ἐπὶ τοῦ Νῶε, ὅτι ἔστιν ὁ Θεὸς, ὅτι ἔστιν ἀνταπόδοσις. Ἡ πίστις γὰρ πολύσημός ἐστι λέξις· καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο σημαίνει· ἐνταῦθα δὲ σημαντική ἐστι τοῦ τε εἶναι ἀνταπόδοσιν, καὶ τοῦ μὴ ἐπὶ