1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

134

τῶν θυρῶν, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ; Καὶ τοῦτο ἐδήλου, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐμπεσόντων καὶ ἀποπνιγέντων, καὶ ὅτι οὐκ ἦν φαντασία, ἀλλ' ἀλήθεια. Ὥσπερ δὲ ἐπὶ τῶν λεόντων οἱ ἀναλωθέντες ἐδείκνυον τῶν πραγμάτων τὴν ἀλήθειαν, καὶ ἐπὶ τῆς καμίνου οἱ καέντες· οὕτω καὶ νῦν ὁρᾷς τὰ αὐτὰ πράγματα τοῖς μὲν πρὸς σωτηρίας καὶ εὐδοκιμήσεως, τοῖς δὲ πρὸς ἀπωλείας γινόμενα. Τοσοῦτόν ἐστιν ἡ πίστις ἀγαθόν· καὶ γὰρ ὅταν εἰς ἀμηχανίαν ἐμπέσωμεν, τότε ἀπαλλαττόμεθα, 63.186 κἂν πρὸς αὐτὸν τὸν θάνατον ἔλθωμεν, κἂν ἀπογνωσθῇ τὰ καθ' ἡμᾶς. Τί γὰρ ἄλλο ἦν λοιπόν; Αἰγύπτιοι καὶ θάλασσα αὐτοὺς ἀόπλους ἐκύκλουν, καὶ ἢ ἀποπνιγῆναι ἐχρῆν φεύγοντας, ἢ εἰς τὰς Αἰγυπτιακὰς χεῖρας ἐμπεσεῖν. Ἀλλ' ὅμως ἀπὸ ἀμηχάνων αὐτοὺς διέσωσε· τὸ αὐτὸ ὕδωρ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλαττα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ' αὐτῶν Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἵα τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ' ἡ πίστις πάντα δύναται. βʹ. Ὁρᾷς πανταχοῦ, οὐχὶ ἀκολουθίᾳ, οὐδὲ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν, ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γινόμενα; Οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα τὸν λόγον ἐκίνησε, δεικνὺς ὅτι οὐ νῦν, ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη κατασκόπους μετ' εἰρήνης. Οὐκοῦν αἰσχρὸν, εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε· καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουσεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε. Τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε· πάντων γὰρ ἀπολωλότων, μόνη διεσώθη. Οὐκ εἶπε πρὸς ἑαυτὴν, ὅτι Μετὰ πολλῶν ἔσομαι τῶν ἐμῶν· οὐκ εἶπεν, Ἐγὼ τοσούτων φρονιμωτέρα δύναμαι εἶναι ἀνδρῶν συνετῶν, οἵτινες ἀπιστοῦσι, καὶ ἐγὼ πιστεύσω; Οὐδὲν τοιοῦτον, ὅπερ εἰκὸς ἦν ἄλλον καὶ εἰπεῖν καὶ παθεῖν, ἀλλὰ τοῖς λεγομένοις ἐπίστευσε. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐκέτι λοιπὸν τὰ ὀνόματα τίθησιν, ἀλλὰ τελευτήσας εἰς τὴν πόρνην, καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰς ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ' ἐπιτρέχει σφόδρα συνετῶς, τηρῶν ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· οὔτε πάντῃ ἐσίγησεν, οὔτε λέγων ἠνώχλησεν, ἀλλ' ἀμφότερα ποιεῖ. Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισμένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιμίας λαμβάνων δόξαν· δεῖ γὰρ πρὸς τὸ λυσιτελὲς ἁρμόζεσθαι. Καὶ τί ἔτι λέγω, φησίν; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, ∆αυΐδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν. Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲς ὅτι τὸν Βαρὰκ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις. Τί λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει; Μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ' εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πίστει. Καὶ τῶν προφητῶν, φησὶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Ὁρᾷς ὅτι οὐχὶ βίον ἐνταῦθα αὐτοῖς μαρτυρεῖ λαμπρόν· οὐδὲ γὰρ τοῦτο προηγουμένως ἦν τὸ ζητούμενον· ἀλλὰ πίστεως τέως ἐξέτασις ἦν. Εἰπὲ γάρ μοι εἰ μὴ πίστει τὸ πᾶν ἤνυσαν; Πῶς; ∆ιὰ πίστεως, φησὶ, κατηγωνίσαντο βασιλείας οἱ περὶ τὸν Γεδεών. Εἰργάσαντο δικαιοσύνην. Τίνες; Αὐτοὶ οὗτοι· ἤτοι τὴν φιλανθρωπίαν ἐνταῦθα δικαιοσύνην εἶπεν. 63.187 Ἐπέτυχον ἐπαγγελιῶν. Περὶ τοῦ ∆αυῒδ οἶμαι αὐτὸν τοῦτο λέγειν. Ποίων δὲ τούτων ἔτυχεν ἐπαγγελιῶν; Ὧν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ. Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας. Ὅρα πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ ∆ανιὴλ κυκλούμενος ὑπὸ τῶν λεόντων, οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ διατρίβοντες, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν. Τοῦτο γὰρ πίστις· ὅταν τὰ πράγματα πρὸς τὸ