3
παρακαλεῖ καὶ παραμυθεῖται, καὶ ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ; καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν, καὶ ἀπεγνωκότες ταῖς πολλαῖς θλίψεσι. Καὶ τοῦτο πρὸς τῷ τέλει ἐμφαίνει λέγων· ∆ιὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε· καὶ πάλιν· Ἔτι μικρὸν ὅσον ὅσον, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Εἰ ἐκτός ἐστε παιδείας· ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Ἐπειδὴ γὰρ καὶ Ἰουδαῖοι ἦσαν, καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἐμάνθανον, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας ἐχρῆν προσδοκᾷν, καὶ οὕτω βιῶναι, τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσὶ, καὶ πολλὰ καρτερη 63.13 σάντων αὐτῶν, εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλοὺς, πολὺν ὑπὲρ τούτου ποιεῖται τὸν λόγον. Ἀλλὰ ταῦτα μὲν ἐν καιρῷ τῷ προσήκοντι ἐπιλύσομεν· τέως δὲ, ὅτι ἀναγκαίως αὐτοῖς ἔγραφεν, ὧν τοσαύτην ἐποιεῖτο πρόνοιαν· καὶ γὰρ ἡ αἰτία, δι' ἢν οὐκ ἀπεστάλη πρὸς αὐτοὺς, δήλη ἦν· οὐ τοίνυν ἐκωλύετο γράφειν. Ὅτι δὲ ὠλιγοψύχουν, δείκνυσιν εἰπών· Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε· καὶ πάλιν· Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης. Ἡ ψυχὴ γὰρ ὑπὸ πειρασμῶν πολλῶν καταληφθεῖσα, πολλάκις καὶ τῆς πίστεως ἐκτρέπεται. ∆ιὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ μὴ εἶναι καρδίαν πονηρὰν ἀπιστίας. ∆ιὰ τοῦτο καὶ ἐν ταύτῃ μάλιστα τῇ ἐπιστολῇ πολλὰ περὶ πίστεως διαλέγεται, καὶ παραδείγματα πολλὰ ἐν τῷ τέλει δείκνυσιν, ὅτι κἀκείνοις παρὰ πόδας τὰ ἀγαθὰ ἐπηγγέλλετο, καὶ οὐδὲν ἔδωκε. Καὶ χωρὶς τούτων, ἵνα μὴ ἐγκαταλελεῖφθαι νομίσαιεν, δύο ταῦτα κατασκευάζει· ἓν μὲν πρὸς τὸ φέρειν πάντα γενναίως τὰ συμπίπτοντα, ἕτερον δὲ πρὸς τὸ πάντως προσδοκᾷν τὴν ἀμοιβήν· οὐ γὰρ δὴ περιόψεται τοὺς περὶ Ἄβελ καὶ τοὺς καθεξῆς δικαίους ἀγεράστους. Καὶ ποιεῖται τὴν παράκλησιν ἀπὸ τριῶν τρόπων· ἑνὸς μὲν, ἐξ ὧν ἔπαθεν ὁ Χριστός· καθὼς καὶ αὐτὸς λέγει· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· ἑτέρου δὲ, ἐξ ὧν ἀπόκειται τοῖς πιστεύουσιν ἀγαθῶν· καὶ τρίτου, ἐκ τῶν κακῶν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν μελλόν 63.14 των ἰσχυρίζεται μόνον, ὅπερ ἧττον ἦν πιθανὸν, ἀλλὰ καὶ ἀπὸ τῶν παρελθόντων, καὶ γεγονότων εἰς τοὺς πατέρας αὐτῶν. Τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ, λέγων ποτὲ μέν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· καὶ πάλιν· Πολλαὶ μοναί εἰσι παρὰ τῷ Πατρί· καὶ μυρία ταλανίζει τοὺς μὴ πεπιστευκότας. Ποιεῖται δὲ πολὺν λόγον καὶ περὶ τῆς Καινῆς καὶ Παλαιᾶς ∆ιαθήκης· καὶ γὰρ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν σφόδρα αὐτῷ τοῦτο ἐχρησίμευεν. Ἵνα γὰρ μὴ ἐξ ὧν ἔπαθε διαπιστῶσιν ὅτι ἀνέστη, ἀπὸ προφητῶν αὐτὸ ἰσχυροποιεῖ· καὶ δείκνυσιν οὐκ ὄντα σεμνὰ τὰ Ἰουδαϊκὰ, ἀλλὰ τὰ ἡμέτερα· ἔτι γὰρ καὶ ὁ ναὸς εἱστήκει, καὶ τὰ τῶν θυσιῶν· διὸ καὶ ἔλεγε, Τοίνυν ἐξερχώμεθα ἔξω, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Ἠναντιοῦτο δὲ αὐτῷ καὶ τοῦτο· εἰκὸς γὰρ ἦν εἰπεῖν τινας, ὅτι Εἰ ταῦτα σκιὰ, εἰ ταῦτα εἰκὼν, πῶς οὐ παρεχώρησεν, οὐδὲ ὑπεξέστη τῆς ἀληθείας φανείσης, ἀλλ' ἔτι ταῦτα ἀνθεῖ; Καὶ τοῦτο δὲ ἠρέμα ᾐνίξατο ἐσόμενον καὶ αὐτὸ εἰς καιρὸν τὸν προσήκοντα. Ὅτι δὲ πολὺν χρόνον εἶχον ἐν τῇ πίστει καὶ ταῖς θλίψεσιν, ἐδήλωσε λέγων· Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον· καὶ, Μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας· καὶ, Μιμηταὶ ἐγενήθητε τῶν διὰ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
ΟΜΙΛΙΑ Αʹ. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς
προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. αʹ. Ὄντως ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐν τῷ προοιμίῳ αἰνίττεται ὁ μακάριος Παῦλος πρὸς Ἑβραίους ἐπιστέλλων. Ἐπειδὴ γὰρ εἰκὸς ἦν