1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

6

λέγων· Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, τοῦτο δηλοῖ, ὅτι ἐντιμότερος καὶ λαμπρότερος· οὕτω καὶ ἐνταῦθα Παῦλος εἰπών· Τοσούτῳ κρείττων γενόμενος ἀγγέλων, ὅτι βελτίων ἐδήλωσε καὶ εὐδοκιμώτερος, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα ὁ λόγος ἦν; τοῦτο γὰρ τὸ ὄνομα, ὁ Θεὸς 63.17 Λόγος, ἀεὶ εἶχεν, οὐχ ὕστερον ἐκληρονόμησεν, οὐδὲ τότε τῶν ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο, ἀλλ' ἀεὶ κρείττων ἦν, καὶ κρείττων ἀσυγκρίτως. Περὶ δὲ τοῦ κατὰ σάρκα τοῦτο εἴρηται. Οὕτω γοῦν καὶ ἡμῖν ἔθος περὶ ἀνθρώπου διαλεγομένοις, καὶ ὑψηλὰ καὶ ταπεινὰ φθέγγεσθαι. Ὅταν μὲν γὰρ λέγωμεν, Οὐδὲν ἄνθρωπος, γῆ ἄνθρωπος, σποδὸς ἄνθρωπος, ἀπὸ τοῦ χείρονος τὸ πᾶν καλοῦμεν· ὅταν δὲ λέγωμεν, Ἀθάνατον ζῶον ὁ ἄνθρωπος, καὶ λογικὸς ὁ ἄνθρωπος, καὶ ὅτι τῶν ἄνω συγγενὴς, ἀπὸ τοῦ κρείττονος τὸ πᾶν πάλιν καλοῦμεν. Οὕτω καὶ περὶ τοῦ Χριστοῦ, ποτὲ μὲν ἀπὸ τοῦ ἐλάττονος, ποτὲ δὲ ἀπὸ τοῦ κρείττονος διαλέγεται ὁ Παῦλος, καὶ τὴν οἰκονομίαν συστῆσαι βουλόμενος, καὶ περὶ τῆς ἀκηράτου διδάξαι φύσεως. γʹ. Ἐπεὶ οὖν καθαρισμὸν ἐποίησε τῶν ἁμαρτιῶν ἡμῶν, μένωμεν καθαροὶ, καὶ μηδεμίαν δεξώμεθα κηλῖδα, ἀλλὰ τὸ κάλλος, ὅπερ ἡμῖν ἐνέθηκε, καὶ τὴν εὐπρέπειαν διαφυλάττειν οὕτω σπουδάζωμεν ἀμόλυντον καὶ καθαρὰν, ὥστε μηδένα σπῖλον ἔχειν ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Σπῖλος γάρ ἐστι καὶ ῥυτὶς καὶ τὰ μικρὰ τῶν ἁμαρτημάτων· οἷόν τι λέγω, λοιδορία, ὕβρις, ψεῦδος· μᾶλλον δὲ οὐδὲ ταῦτα μικρὰ, ἀλλὰ καὶ σφόδρα μεγάλα, καὶ οὕτω μεγάλα, ὡς καὶ τῆς βασιλείας ἀποστερεῖν τῶν οὐρανῶν. Πῶς καὶ τίνι τρόπῳ; Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν, ἔνοχός ἐστι, φησὶν, εἰς τὴν γέενναν τοῦ πυρός. Εἰ δὲ ὁ μωρὸν καλῶν, ὃ δοκεῖ πάντων εἶναι κουφότερον, καὶ παίδων ὁμιλία· ὁ κακοήθη καλῶν καὶ κακοῦργον καὶ βάσκανον, καὶ μυρίοις ἑτέροις βάλλων ὀνείδεσι, τίνα οὐχ ὑποστήσεται κολάσεως δίκην; τί φρικωδέστερον τούτου; Ἀλλ' ἀνάσχεσθε, παρακαλῶ, τοῦ λόγου. Εἰ γὰρ ὁ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ ποιεῖ, καὶ ὁ μὴ ποιῶν ἑνὶ τῶν ἐλαχίστων, αὐτῷ οὐ ποιεῖ· πῶς οὐχὶ καὶ ἐπὶ τῆς εὐφημίας, καὶ ἐπὶ τῆς κατηγορίας ταὐτόν ἐστιν; Ὁ ὑβρίζων γὰρ τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν ὕβρισε· καὶ ὁ τιμῶν τὸν ἀδελφὸν αὑτοῦ, τὸν Θεὸν τιμᾷ. δʹ. Παιδεύωμεν οὖν τὴν γλῶτταν εὔφημον εἶναι· Παῦσον γὰρ, φησὶ, τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. Οὐ γὰρ διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἵνα κατηγορῶμεν, ἵνα ὑβρίζωμεν, ἵνα ἀλλήλους διαβάλλωμεν· ἀλλ' ἵνα τὸν Θεὸν ὑμνῶμεν, ἵνα ταῦτα λαλῶμεν ἃ δίδωσι χάριν τοῖς ἀκούουσι, τὰ πρὸς οἰκοδομὴν, τὰ πρὸς ὠφέλειαν. Εἶπες τὸν δεῖνα κακῶς; τί κερδαίνεις καὶ σαυτὸν μετ' ἐκείνου βλάβῃ περιβάλλων; δόξαν γὰρ ἔλαβες κακηγόρου. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν κακὸν, ὃ μέχρι τοῦ πάσχοντος ἵσταται, ἀλλὰ καὶ τὸν ποιοῦντα περιλαμβάνει· οἷον, ὁ βάσκανος δοκεῖ μὲν ἐπιβουλεύειν ἑτέρῳ, πρότερος δὲ αὐτὸς ἀπολαύει τῆς ἀδικίας, τηκόμενος καὶ φθειρόμενος, καὶ παρὰ πάντων μισούμενος. Ὁ πλεονέκτης ἀποστερεῖ χρήματα ἕτερον, ἀλλὰ καὶ τὸ φιλεῖσθαι ἑαυτόν· μᾶλλον δὲ παρὰ πάντων ποιεῖ κακηγορεῖσθαι. Πολλῷ δὲ κρείττων ἀγαθὴ δόξα χρημάτων· τὴν μὲν γὰρ οὐ ῥᾴδιον ἀπονίψασθαι, τὰ δὲ ῥᾴδιον ἀποκτήσασθαι· μᾶλλον δὲ, τὰ μὲν οὐ παρόντα οὐδὲν τὸν οὐκ ἔχοντα ἔβλαψεν· ἡ δὲ μὴ παροῦσα ἐπονείδιστον 63.18 ποιεῖ καὶ καταγέλαστον, καὶ πᾶσιν ἐχθρὸν καὶ πολέμιον. Ὁ ὀργίλος πάλιν πρότερον ἑαυτὸν τιμωρεῖται σπαράττων, καὶ τότε ἐκεῖνον ᾧ ὀργίζεται. Οὕτως ὁ κακήγορος πρότερον ἑαυτὸν αἰσχύνει, καὶ τότε τὸν κακηγορούμενον· ἢ οὐδὲ τοῦτο ἴσως δεδύνηται, ἀλλ' ἀπῆλθεν οὗτος μὲν μιαροῦ τινος καὶ καταπτύστου δόξαν λαβὼν, ἐκεῖνον δὲ μᾶλλον φιλεῖσθαι παρασκευάζων. Ὅταν γὰρ ἀκούων κακῶς, μὴ τοῖς αὐτοῖς αὐτὸν ἀμύνηται, ἀλλ' ἐπαινῇ καὶ θαυμάζῃ· οὐκ ἐκεῖνον ἐπαινέσεται, ἀλλ' ἑαυτόν. Ὥσπερ γὰρ, ὅπερ ἔφθην εἰπὼν, αἱ κατὰ τῶν πλησίον κακηγορίαι τῶν ἐπιβουλευόντων ἅπτονται πρῶτον· οὕτω καὶ τὰ εἰς τοὺς πλησίον ἀγαθὰ τοὺς ἐργαζομένους εὐφραίνει πρῶτον. Ὁ γὰρ τίκτων καὶ τὸ καλὸν