1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

8

ἐβουλεύετο πῶς ἀνέλῃ τὸν Πενθέα· καὶ ὁπλισάμενος μετεστείλατο τὴν Ἀγαύην, καὶ ᾔτησε φιλιωθῆναι αὐτὴν τῷ Πενθεῖ καὶ ἅμα αὐτῷ ἀπελθεῖν πρὸς τὸν Κάδμον. ἡ δὲ πολλὰ ποιήσασα τῷ Πενθεῖ, τῷ ἑαυτῆς υἱῷ, ἔπεισεν αὐτὸν φιλιωθῆναι αὐτῷ καὶ ἀπελθεῖν πρὸς τὸν Κάδμον, ὅτι ἐλυπήθη πρὸς αὐτούς, τῆς Ἀγαύης συνταξαμένης ἅμα αὐτοῖς ἀπιέναι καὶ πείθειν τὸν ἴδιον πατέρα. ὁ δὲ ∆ιόνυσος ὠργίζετο κατὰ τοῦ Πενθέως, ὡς δεθεὶς καὶ λοιδορούμενος παρ' αὐτοῦ· ἔλεγε γὰρ πᾶσιν ὅτι ἐκ πορνείας ἐτέχθη ὁ αὐτὸς ∆ιόνυσος. διὰ τοῦτο δὲ καὶ ὁ Εὐριπίδης μετὰ χρόνους εὑρηκὼς τὸ τοιοῦτον σύγγραμμα τῶν Βακχῶν ἐξέθετο δρᾶμα, ὡς ἀπὸ Πενθέως εἰπὼν ταῦτα· Σεμέλη δὲ λο 44 χευθεῖσα ἐκ βροτοῦ τινος εἰς Ζῆνα φέρουσα τὴν ἁμαρτίαν λέγει. φιλιωθέντων δὲ αὐτῶν ἐκέλευσε τῷ ἰδίῳ στρατῷ ὁ ∆ιόνυσος προλαβεῖν κατὰ τὴν ὁδὸν ἐν στενῷ τόπῳ καὶ συσχεῖν τὸν Πενθέα. ἐν δὲ τῷ μέλλειν αὐτοὺς ἐξιέναι μετὰ ὀλίγων ἀνδρῶν ἦλθεν ὁ ∆ιόνυσος πρὸς αὐτόν· καὶ λοιπὸν ὁ Πενθεύς, ἀγνοῶν τὸ σκέμμα, καὶ αὐτὸς ὀλίγους μεθ' ἑαυτοῦ ἔλαβεν ἄνδρας· καὶ ἡ Ἀγαύη ἦν μετ' αὐτῶν. ἐν δὲ τῷ αὐτοὺς ἀπιέναι ἐπέῤῥιψεν αὐτῷ ὁ στρατὸς τοῦ ∆ιονύσου, καὶ συνέσχον τὸν Πενθέα· καὶ εὐθέως ἐκέλευσεν ὁ ∆ιόνυσος ἀποτμηθῆναι αὐτόν, καὶ τὴν κεφαλὴν δοθῆναι τῇ μητρὶ αὐτοῦ, ὡς ὑβριζούσῃ τὸν αὐτὸν ∆ιόνυσον. καὶ ὑπέστρεψεν ὁ ∆ιόνυσος εἰς τὴν Καδμείαν εἰς τὸ βασιλεῦσαι. διὰ τοῦτο δὲ λέγουσι τὴν Ἀγαύην ἀποκεφαλίσασαν τὸν ἴδιον αὐτῆς υἱόν, διότι ἔπεισε τὸν Πενθέα φιλιωθῆναι τῷ ∆ιονύσῳ καὶ αἰτία γέγονε τοῦ θανάτου τοῦ ἰδίου αὐτῆς υἱοῦ. οἱ οὖν συγκλητικοὶ καὶ πολῖται τῆς Καδμείας πόλεως οὐκ ἐδέξαντο τὸν αὐτὸν ∆ιόνυσον διοικῆσαι τὴν βασιλείαν αὐτῶν, λέγοντες ὅτι τὸν ἴδιον ἐξάδελφον ἐφόνευσε μὴ ὢν βασιλεύς· ἐὰν βασιλεύσῃ, ἀπολεῖ τὴν Βοιωτίαν. καὶ προετρέψαντο παρακαλέσαντες τὸν Λυκοῦργον, ἄνδρα σοφόν, εἰπόντες αὐτῷ τὰ συμβάντα. καὶ ὡπλίσατο κατ' αὐτοῦ, καὶ ἐκβάλλει αὐτὸν ἐκ τῆς Καδμείας πόλεως καὶ τῆς Βοιωτίας. καὶ γνοὺς τοῦτο ὁ ∆ιόνυσος, ὅτι ὡπλίσατο κατ' αὐτοῦ, 45 ἔφυγε τὸν Λυκοῦργον· καὶ εἰς ∆ελφοὺς ἀπελθὼν ἐκεῖ τελευτᾷ. καὶ ἐτέθη τὸ λείψανον τοῦ αὐτοῦ ∆ιονύσου ἐκεῖ ἐν σορῷ· καὶ τὰ ὅπλα δὲ αὐτοῦ αὐτὸς ἐκεῖ εἰς τὸ ἱερὸν ἐκρέμασε, καθὼς ∆είναρχος ὁ σοφώτατος συνεγράψατο περὶ τοῦ αὐτοῦ ∆ιονύσου. ὡσαύτως δὲ καὶ ὁ σοφώτατος Φιλόχορος τὰ αὐτὰ συνεγράψατο, ἐν ᾗ ἐκθέσει εἶπε περὶ τοῦ αὐτοῦ ∆ιονύσου, ἔστιν ἰδεῖν τὴν ταφὴν αὐτοῦ ἐν ∆ελφοῖς παρὰ τὸν Ἀπόλλωνα τὸν χρυσοῦν. βάθρον δέ τι εἶναι ὑπονοεῖται ἡ σορός, ἐν ᾧ γράφεται, Ἐνθάδε κεῖται θανὼν ∆ιόνυσος ἐκ Σεμέλης. ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων τὰ αὐτὰ ἐν τῷ ἰδίῳ συγγράμματι ἐξέθετο. Μετὰ οὖν τὴν τελευτὴν τοῦ Κάδμου, βασιλέως τῆς Βοιωτίας, ἐβασίλευσεν ὁ Νυκτεύς. οὗτος ἔχει θυγατέρα, ἱέρειαν τοῦ ναοῦ Ἡλίου, ὀνόματι Ἀντιόπην· ἥτις ἐδιδάχθη τὴν ἡλιακὴν εὐχήν, ἤτοι μυσταγωγίαν τῶν ∆ιονυσιακῶν βακχευμάτων, κἀκεῖθεν ἐλέγετο βάκχη. ὁ δὲ αὐτῆς πατήρ, ὁ Νυκτεύς, εἶχεν ἀδελφὸν ὀνόματι Λύκον, βασιλέα τοῦ Ἄργους· ὅστις Λύκος βασιλεὺς εἶχε συγκλητικὸν ὀνόματι Θεόβοον, υἱὸν γενόμενον Βρόντονός τινος, ἐξαδέλφου τῆς ∆ίρκης, ἐκ τοῦ γένους τοῦ Πίκου ∆ιὸς καταγομένου. ὁ αὐτὸς δὲ Θεόβοος ὁ συγκλητικὸς κατὰ τάγμα ἐλθὼν ἐκ τοῦ Ἄργους ἐν τῷ ἱερῷ τοῦ Ἡλίου παρακοιμηθῆναι, καὶ ἑωρακὼς τὴν ἱέρειαν Ἀντιόπην, εὐπρεπεστάτην οὖσαν καὶ εὐμήκη, ἐβλήθη 46 εἰς ἔρωτα αὐτῆς. καὶ παραμείνας ἐν τῷ ἱερῷ προφάσει τοῦ τάγματος τῆς εὐχῆς, ὡς συγγενὴς αὐτῆς, ὑπονοθεύσας ἔφθειρεν αὐτὴν καὶ ἔγκυον ἐποίησε· καὶ φοβηθεὶς τὸν Νυκτέα, βασιλέα τῆς Βοιωτίας, ἀνεχώρησεν εἰς τὴν ἰδίαν αὐτοῦ χώραν. μαθὼν δὲ ὁ Νυκτεὺς βασιλεύς, ὁ ταύτης πατήρ, ὅτι ἐφθάρη, ἔλαβεν αὐτὴν ἐκ τοῦ ἱεροῦ· καὶ ἐξετάσας αὐτὴν ἔμαθε παρ' αὐτῆς τὸν φθορέα Θεόβοον ὅτι ἐκ τῶν συγκλητικῶν ἐστι τοῦ ἀδελφοῦ αὐτοῦ Λύκου καὶ τῆς αὐτοῦ