1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

55

Βροῦτος ὁ θεῖος τῆς Λουκρητίας καὶ Κολλατῖνος ὁ ἀνὴρ αὐτῆς, κατεσκεύασαν αὐτῷ, συμποιησαμένων αὐτοῖς καὶ τῶν ἄλλων συγκλητικῶν καὶ τῶν τῆς πόλεως πάντων εἰς τὸ αὐτὸν ἐκβληθῆναι τῆς βασιλείας, πείσαντες συμμαχεῖν αὐτοῖς εἰς τὸ μὴ δέξασθαι τοῦ λοιποῦ τὸν Ταρκύνιον βασιλέα εἰς τὴν Ῥώμην ὑποστρέφοντα τὸν στρατὸν τὸν φυλάττοντα τὸ παλάτιον καὶ τὴν πόλιν Ῥώμην τῶν λεγομένων Κελεριανῶν, ἀνδρῶν μαχιμωτάτων ἐν πολέμοις. καὶ γνόντος τοῦ Ταρκυνίου τὸ τρακτευθὲν κατ' αὐτοῦ παρὰ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ καὶ τοῦ δήμου, πέμψας αὐτὸς ὑπενόθευσε καὶ αὐτὸν τὸν υἱὸν τοῦ Βρούτου, τὸν φίλον ὄντα καὶ συννεώτερον τοῦ υἱοῦ αὐτοῦ Ἄῤῥουνς. καὶ πεισθεὶς συνετάξατο ἐρχομένου τοῦ αὐτοῦ Ταρκυνίου κατὰ τῆς Ῥώμης προδοῦναι τὴν πόλιν καὶ τὸν ἴδιον πατέρα φονεύειν τὸν Βροῦτον. τοῦτο δὲ γνοὺς ὁ δοῦλος τοῦ Βρούτου Βινδίκιος, ὁ συνδιάγων τῷ υἱῷ αὐτοῦ, ἀνήγγειλε λάθρᾳ τῷ ἰδίῳ δεσπότῃ Βρούτῳ τὴν μέλλουσαν γίνεσθαι κατ' αὐτοῦ ἐπιβουλὴν παρὰ τοῦ υἱοῦ αὐτοῦ. καὶ εὐθέως ἀκούσας ὁ Βροῦτος συνέσχε τὸν ἴδιον 182 αὐτοῦ υἱόν, καὶ ἐν τῷ φόρῳ Ῥώμης ἐπὶ πάντων ἐξετάσας αὐτόν, ἠνάγκαζεν αὐτὸν ἐξειπεῖν τὰ αὐτῷ καὶ τῷ Ταρκυνίῳ βεβουλευμένα. ὁ δὲ ὡμολόγησε τῷ ἰδίῳ πατρὶ τὴν γενομένην παρ' αὐτοῦ σύνταξιν τῆς προδοσίας πρὸς τὸν Ταρκύνιον· καὶ εὐθέως ἐφόνευσε τὸν ἴδιον υἱόν. καὶ λοιπὸν συναθροισθεῖσα ἡ σύγκλητος Ῥώμης πᾶσα ἀπεκήρυξε τὸν Ταρκύνιον τῆς βασιλείας, ἐγγράφως τὴν καθαίρεσιν αὐτοῦ ποιήσαντες, ψηφισάμενοι ἐν πρώτοις καὶ δισιγνατεύσαντες ὑπάτους δύο, τὸν Βροῦτον τὸν μέγαν καὶ τὸν Κολλατῖνον τὸν ἄνδρα τῆς Λουκρητίας, διοικεῖν τὴν πολιτείαν Ῥωμαίων προβαλλομένους κατὰ ἰδίαν δοκιμασίαν ἄρχοντας, καὶ μὴ εἶναι τοῦ λοιποῦ βασιλέα ἐν τῇ Ῥώμῃ, γράψαντες καὶ τῷ στρατῷ τῷ ὄντι μετ' αὐτοῦ Ταρκυνίου ἀπολιπεῖν αὐτόν· καὶ ἀπέστησαν εὐθέως. ἢ μόνον δὲ προῆλθεν ὕπατος ὁ Βροῦτος, εὐθέως ἐπὶ τῆς συγκλήτου καὶ τοῦ δήμου ἀγαγὼν τὸν ἴδιον δοῦλον τὸν Βινδίκιον ὑπὲρ εὐχαριστίας, ὅτι πιστὰ ἐφύλαξε τῷ ἰδίῳ δεσπότῃ, καὶ ἐπιτελέσας ἑορτὴν πανηγυρικὴν τῇ ∆ίκῃ καὶ καθίσας ἐν τῷ ὑψηλῷ βήματι ἀνήγαγε τὸν Βινδίκιον ἐν ὕψει ἄντικρυς αὑτοῦ, καὶ ἐκτείνας τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ τῇ παλάμῃ αὐτοῦ πληγὰς τρεῖς ἐπὶ τὴν αὐτοῦ παρειὰν ἐπαγαγὼν μετὰ κραυγῆς ἔφη ταῦτα, Ἀποτιναξάμενος τὴν τῆς σῆς δουλείας τύχην, ὦ Βινδίκιε, καὶ τὴν ταύτης ἐκδυσάμενος ζυγὸν ἔνδυσαι Ῥωμαϊκῆς ἐλευθερίας θώρακα τὸν ἅπαντα τῆς ζωῆς σου χρόνον. καὶ ἀφελόμενος ἐκ τῆς ἰδίας χειρὸς δακτύλιον χρυσοῦν ἐπέβαλεν εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα, δεδωκὼς αὐτῷ καὶ ἀξίαν κόμητος καὶ μέρος τῆς αὑτοῦ 183 περιουσίας, καλέσας τὴν αὐτὴν ἡμέραν τῆς ἑορτῆς Κονσίλια, ἅπερ ἑρμηνεύεται παροχῆς ἡμέρα, προστάξας καὶ τοῖς παρ' αὐτοῦ προβληθεῖσιν ὑπατικοῖς ἄρχουσι τῶν ἐπαρχιῶν τῇ αὐτῇ ἡμέρᾳ κατ' ἔτος ἱερὰν παννυχίδα καὶ ἑορτὴν τῇ ∆ίκῃ ἐπιτελεῖν εἰς μνημόσυνον τῆς κατὰ τοῦ Ταρκυνίου νίκης καὶ τῆς κατ' ἀξίαν ἐλευθερίας τοῦ Βινδικίου εἰς τὸ προτρέψασθαι τοὺς λοιποὺς τοὺς πανταχοῦ οἰκέτας εὐγνωμονεῖν τοῖς ἰδίοις δεσπόταις καὶ τοιαύτης ἐλευθερίας ἀξιοῦσθαι καὶ τιμῆς. ἅτινα Κονσίλια οἱ ὑπατικοὶ ἄρχοντες τῶν ἐπαρχιῶν ἕως τῆς νῦν ἐπιτελοῦσι πανηγυρίζοντες. περὶ ὧν καὶ Λίβιος ὁ σοφὸς καὶ ἕτεροι πολλοὶ συνεγράψαντο. Μετὰ δὲ χρόνους πολλοὺς τυραννήσαντες οἱ Γάλλοι ἐκίνησαν πόλεμον Ῥωμαίοις· καὶ τοῦτο γνοῦσα ἡ σύγκλητος Ῥώμης προεχειρίσατο κατ' αὐτῶν στρατηγὸν δυνατὸν ὀνόματι Μαλλίωνα Καπιτωλῖνον. ὅστις ὁπλισάμενος καὶ λαβὼν στρατὸν πολεμικώτατον, ὥρμησεν εἰς τοὺς Γάλλους· καὶ συμβαλὼν πόλεμον ἐνίκησε κατὰ κράτος. καὶ ὑποστρέψας ἐθριάμβευσε τὴν νίκην ἐν τῇ Ῥώμῃ, καὶ εἰσῆλθεν ἀπονενοημένος κατὰ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ καὶ τοῦ δήμου· καὶ διὰ τοῦτο ἐλυπήθη ἡ σύγκλητος καὶ πάντες. φθονηθεὶς δὲ ὑπό τινος ἐχθροῦ αὐτοῦ συγκλητικοῦ,