1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

91

κτισθὲν ὑπὸ τοῦ Καίσαρος Ἰουλίου τοῦ δικτάτορος, ὅπου ἵστατο ὁ ἀνδριὰς τοῦ αὐτοῦ Καίσαρος ὁ ἔξω τῆς Κόγχης τῆς βασιλικῆς. τὸ δὲ αὐτὸ Καισάριον κατέναντι τοῦ ἱεροῦ τοῦ Ἄρεως ὑπῆρχεν, ὅπου τὸ λεγόμενον Μάκελλον, διὰ τὸ ἐκεῖ τὰ χοίρεια κρέα κόπτεσθαι μόνον, πλησίον τοῦ Ἄρεως τοῦ ἱεροῦ. Ὁ δὲ γραμματεὺς προεχειρίσθη πρώτοις ἀπὸ τῆς βουλῆς καὶ τοῦ δήμου ὀνόματι Πομπηιανὸς Κοιαίστωρ, ὃς ἐκ γένους συγκλητικῶν Ῥώμης ὑπάρχων, φορέσας καὶ αὐτὸς στολὴν ἄσπρον καὶ στέφανον ὁλόχρυσον τύπῳ φυλλοδαφνῶν. ὅντινα ἐτίμων καὶ προσεκύνουν ὥς τινα, φησίν, Ἀπόλλωνα. Ἡ αὐτὴ δὲ βουλὴ καὶ ὁ δῆμος πάλιν προεβάλοντο Ἀμφιθαλὴν ὀνόματι Κάσιον Ἰλλούστριον, φοροῦντα ὡσαύτως στολὴν ἄσπρον ὁλοσηρικὸν καὶ στέφανον πεπλεγμένον ἀπὸ δαφνίνων φύλλων καὶ ἐν τῷ μέσῳ στηθάριν χρυσοῦν ἔχον τὸν ∆ία. ὅντινα Ἀμφιθαλὴν ἐτίμων καὶ προσεκύνουν ὡς τὸν Ἑρμῆν, καθὼς ὁ σοφὸς ∆ομνῖνος ὁ χρονογράφος πάντα ταῦτα συνεγράψατο. Εἰς δὲ τὸν αὐτὸν ἱερὸν ἀγῶνα τῶν Ὀλυμπίων ἤρχοντο ἀπὸ ἑκάστης πόλεως καὶ χώρας νεώτεροι εὐγενεῖς κατὰ τάγμα ἀγωνιζόμενοι, καὶ ἐμέριζον αὑτοὺς κατέναντι ἀλλήλων. μετὰ δὲ πολλῆς σωφροσύνης καὶ ἐπιεικείας διῆγον μηδαμόθεν μηδὲν κομιζόμενοι· ἦσαν γὰρ εὔποροι, ἔχοντες καὶ δούλους ἰδίους εἰς ὑπηρε 288 σίαν ἕκαστος κατὰ τὸν ἴδιον πλοῦτον· οἱ δὲ πολλοὶ ἐξ αὐτῶν καὶ παρθένοι ὑπῆρχον· ἦσαν δὲ ἐπιφερόμενοι καὶ πολὺν χρυσὸν ἐκ τῆς ἰδίας πατρίδος· ἀλλ' εὐχῆς χάριν καὶ τάγματος ἠγωνίζοντο καὶ διὰ τὸ ἔχειν δόξας εἰς τὴν ἰδίαν πατρίδα. πολὺν οὖν εἶχον ἀγῶνα καὶ φόβον ἐρχόμενοι· καὶ οἱ μὲν ἐπάλαιον, οἱ δὲ ἔτρεχον, οἱ δὲ ἐσάλπιζον, οἱ δὲ ἐπαγκρατίαζον, ἕτεροι δὲ ἐπύκτευον πυξίνοις δακτύλοις πυκτικὰς συμβολάς, ἄλλοι δὲ ἡνιόχουν ἵπποις πρωτοβόλοις, οἱ δὲ ἐφωνάσκουν τραγικὰ μέλη. ἦσαν δὲ καὶ παρθένοι κόραι φιλοσοφοῦσαι καὶ κατὰ τάγμα σωφροσύνης ἐρχόμεναι καὶ ἀγωνιζόμεναι καὶ παλαίουσαι μετὰ βομβωναρίων καὶ τρέχουσαι καὶ τραγῳδοῦσαι καὶ λέγουσαι ὕμνους τινὰς Ἑλληνικούς· αἵτινες γυναῖκες μετὰ γυναικῶν ἐμάχοντο ἀγωνιζόμεναι πικρῶς καὶ περὶ τὰ παλαίσματα καὶ περὶ τοὺς δρόμους καὶ τὸ φώνημα. καὶ εἴ τις ἐξ αὐτῶν εἴτε γυνὴ εἴτε νέος τοῦ ἱεροῦ, φησί, δήμου κράζοντος ἐστέφθη, ὁ στεφανούμενος ὡς νικητὴς σώφρων ἔμενεν ἕως τῆς τελευτῆς αὐτοῦ· ἐσφραγίζετο γὰρ εὐθέως μετὰ τὸν ἀγῶνα καὶ ἐγίνετο ἱερεύς. ὡσαύτως δὲ καὶ παρθένοι φιλόσοφοι αἱ στεφανούμεναι ἐγίνοντο μετὰ τὸν ἀγῶνα ἱέρειαι. κἀκεῖθεν ἀπεστρέφοντο πάντες. οἱ δὲ ἔχοντες κτήσεις χωρίων οὐ συνετέλουν ἀλλὰ ἀσυντελεῖς ἔμενον ἀφ' οὗ ἐστέφθησαν ἡ κτῆσις αὐτοῦ τὸν χρόνον καὶ μόνον τῆς 289 ζωῆς τοῦ στεφθέντος. εἰ δὲ καὶ ἐργαστηρίων τινῶν ἐδέσποζεν, ἀλειτούργητα ἔμενε τὸν χρόνον τῆς ζωῆς αὐτοῦ μόνου ἃ εἶχεν ἐργαστήρια ὁ ἀγωνισάμενος. τοσοῦτοι δὲ ἦσαν οἱ ἐρχόμενοι ἀγωνίσασθαι ὅτι οὐχ ὑπερεβάλλοντο ἀριθμῷ, ἀλλ' ὅσους συνέβη ἐλθεῖν κατὰ τάγμα καὶ εἴτε νέους εἴτε παρθένους κόρας πάντας ἐθεώρουν. καὶ ποτὲ μὲν πλῆθος ἤρχετο πολύ, ποτὲ οὐκ ἤρχετο, πρὸς τοὺς χρόνους καὶ τοὺς ἀνέμους τῆς θαλάσσης. Ἐπὶ δὲ τῆς τοῦ αὐτοῦ Κομμόδου βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας Νικομήδεια, μητρόπολις τῆς Βιθυνίας, τὸ τρίτον αὐτῆς πάθος ἕως τῆς Μουδουπόλεως καὶ τοῦ ποταμοῦ τοῦ Σαγάρεως τὰ πέριξ μηνὶ μαΐῳ τῷ καὶ ἀρτεμισίῳ γʹ εἰς τὸ αὖγος. καὶ πολλὰ ἐχαρίσατο ὁ βασιλεὺς τῇ αὐτῇ πόλει καὶ ἀνήγειρεν αὐτήν. Ἐπὶ δὲ τοῦ αὐτοῦ Κομμόδου κτήτωρ τις καὶ πολιτευόμενος Ἀντιοχείας τῆς μεγάλης ὀνόματι Ἀρταβάνης, ἀλυτάρχης, μετὰ τὸ πληρῶσαι τὸ στεφάνιον τῶν Ὀλυμπίων ἐν ∆άφνῃ ἐφιλοτιμήσατο ῥίψας ἐν τῇ ἱερᾷ ∆άφνῃ τῷ δήμῳ καλαμίων συντόμια πολλὰ ἄρτων διαιωνιζόντων, καλέσας τοὺς αὐτοὺς ἄρτους πολιτικοὺς διὰ τὸ τῇ ἰδίᾳ αὐτοῦ πόλει τούτους χαρίσασθαι, ἀφορίσας ἐκ τῶν ἰδίων χωρίων πρόσοδον ἀναλογουμένην εἰς λόγον τῶν αὐτῶν ἄρ 290 των. καὶ