1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

44

καὶ ἀναστάντες τὸ πρωὶ ηὗρον πάντα τὰ σώματα νεκρά· καὶ ἀποστραφεὶς ἀπῆλθεν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησε τὴν Νινευή. καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν οἴκῳ Σαρὰχ τὸν πάτραρχον Ἀδραμέλεχ καὶ 149 Σαρσάρ, υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν. καὶ ἐβασίλευσε Ναχορδάν, ὁ υἱὸς αὐτοῦ ἄλλος, Ἀσσυρίων. Μετὰ δὲ τὴν βασιλείαν Ἐζεκίου ἐβασίλευσε τῶν Ἰουδαίων Μανασσῆς ἔτη νεʹ. Εἰσὶν οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως Μανασσῆ ἔτη ετκαʹ. Ἐν τοῖς ἔτεσι δὲ τούτοις οἱ Ῥόδιοι, ὡς μηδενὶ ὑποταγέντες ἐν πολέμοις, ἀλλ' αὐτονομοῦντες καὶ θαλασσοκρατοῦντες, εὐχαρίστως φερόμενοι, ἀνέστησαν ἐν τῇ αὐτῇ νήσῳ στήλην χαλκῆν τῷ Ἡλίῳ μεγάλην πάνυ· ἥντινα ἐκάλεσαν κολοσσόν, ὡς φοβερὸν θέαμα, καὶ ἐχρημάτισαν ἑαυτοὺς ἔκτοτε Κολοσσαεῖς. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσε τῆς Ἰουδαίας Ἐλιακεὶμ καὶ Ἰωακείμ, ἀδελφοὶ αὐτοῦ, ἔτη μδʹ. Γίνεται οὖν ἀπὸ Ἀδὰμ τὰ πάντα ἔτη ετξεʹ. ΛΟΓΟΣ ΕΚΤΟΣ ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΣΣΥΡΙΩΝ ΚΑΙ ΑΙΝΕΙΟΥ ΑΣΚΑΝΙΟΥ. Ἐπὶ οὖν τῆς βασιλείας Ἰωακεὶμ βασιλέως ὁπλισάμενος κατὰ Ἰουδαίων ἀνῆλθε Ναβουχοδονόσορ, βασιλεὺς Ἀσσυρίων· καὶ παρέλαβε τὴν Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν γῆν τῆς Ἰουδαίας, καθὼς οἱ προφῆται προέλεγον τῷ Ἰσραήλ. καὶ ἀπήγαγε τὸν Ἰωακείμ, βασιλέα τῶν Ἰουδαίων, αἰχμάλωτον καὶ πάντα τὰ βασιλικὰ σκεύη καὶ πάντας δοριαλώτους ἐποίησε, καὶ οὐκέτι ἐβασίλευσε τῶν Ἰουδαίων οὔτε Ἱερουσαλήμ, πόλις τῆς Ἰουδαίας,οὔτε Σαμάρεια. καὶ λοιπὸν παρεδόθη ἡ βασιλεία τῶν Ἰουδαίων εἰς χεῖρας Ἀσσυρίων, καὶ ἐκυρίευσαν αὐτῶν. ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ναβουχοδονόσορ πᾶσα ἡ αἰχμαλωσία τῶν Ἰουδαίων ἐγένετο ἐν Βαβυλῶνι, καθὼς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησεν. 151 Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οἱ Λυδοὶ ἔλαβον τὰς βασιλείας, ἤτοι τοπαρχίας, δυνάμει ἀπὸ τῶν πλησίον ὄντων ἄλλων ἐθνῶν. καὶ ἐβασίλευσε τῶν Λυδῶν πρῶτος ὁ Ἀρδεὺς ἔτη λςʹ. ὅστις καὶ ὑπέταξε τὰ πλησίον ἔθνη καὶ βασίλεια, καὶ διῆγεν ἐν ὑπερηφανίᾳ. Μετὰ δὲ τὴν βασιλείαν Ναβουχοδονόσορ, βασιλέως Ἀσσυρίων, ἐβασίλευσε Βαλτάσαρ, ὁ υἱὸς αὐτοῦ. ὅστις εἰς τὰ ἱερατικὰ σκεύη τῶν Ἰουδαίων ὑπηρετεῖτο· ἐκίρνα δὲ καὶ ταῖς παλλακαῖς αὐτοῦ εἰς αὐτὰ καὶ πᾶσι τοῖς συνεσθίουσιν αὐτῷ, ἐνυβρίζων αὐτά. καὶ ἐν τῷ ἀνακεῖσθαι αὐτὸν ἐν ἀπονοίᾳ καὶ δειπνεῖν ἑώρα ἔνθα ἀνέκειτο ἐν τῷ κατέναντι τοίχῳ τοῦ παλατίου ἐξαίφνης ἀστράγαλον χειρὸς ἀνθρώπου γράφοντα, Μανῆ, θεκέλ, φαρές. καὶ ταῦτα γράψας ὁ ἀστράγαλος τῆς χειρὸς ἀφανὴς ἐγένετο. ὁ δὲ Βαλτάσαρ ἀναγνοὺς τὰ γράμματα ἐκάλεσε πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους καὶ ἀστρονόμους καὶ ὀνειροκρίτας τῆς χώρας αὐτοῦ, ἐπερωτῶν αὐτούς, Τίς ἐστιν ἡ δύναμις αὕτη τοῦ ἀστραγάλου ἢ τίς ἡ ἑρμηνεία τῶν γραφέντων ὑπ' αὐτοῦ; καὶ οὐδεὶς ἠδυνήθη ἑρμηνεῦσαι αὐτῷ. καὶ ἀκούσας ὅτι ὁ αὐτοῦ πατὴρ ἐν πολλῇ τιμῇ εἶχε τὸν ∆ανιήλ, ὄντα ἐκ τῆς Ἑβραίων αἰχμαλωσίας, ὅστις τὰ ὁράματα αὐτοῦ ἡρμήνευε, μετεστείλατο τὸν ∆ανιὴλ καὶ λέγει αὐτῷ, Ἐπειδὴ χάρις ἐστὶ θεοῦ παρά σοι, ἑρμήνευσόν μοι ὅπερ εἶδον τοῖς ἐμοῖς ὀφθαλμοῖς, καὶ τὴν τῶν γραμμάτων δύναμιν σαφήνισόν μοι. ὁ δὲ ∆ανιὴλ ἀκούσας καὶ 152 ἑωρακὼς τὴν δύναμιν τῶν γραμμάτων, λέγει αὐτῷ, Μακροθύμησον ἐπ' ἐμοί, βασιλεῦ, καὶ μὴ ὀργισθῇς, καὶ ἑρμηνεύσω σοι τὴν τῶν γραμμάτων δύναμιν. ὁ δὲ ἐπωμόσατο μὴ ποιεῖν αὐτῷ κακὸν ἑρμηνεύοντι. καὶ λέγει αὐτῷ ὁ ∆ανιήλ, Ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἀγανακτήσας κατά σου ἐπλήρωσε τὴν βασιλείαν σου. καὶ τοῦτο ἀκούσας ἀπέλυσεν αὐτὸν ἰδεῖν εἰ ἀληθεύει. καὶ μεθ' ἡμέρας ∆αρεῖος ὁ Μῆδος, ὢν ἐτῶν