1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

18

ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι, καὶ προγενέστερον δὲ καὶ δημιουργὸν ἁπάντων καὶ τοῦ αἰθέρος αὐτοῦ καὶ τῆς νυκτὸς καὶ πάσης τῆς ὑπὸ τὸν αἰθέρα οὔσης καὶ καλυπτομένης κτίσεως· τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν· ἔφρασε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥῆξαν τὸν αἰθέρα τὸ προειρημένον, τὸ ὑπέρτατον πάντων, οὗ ὄνομα ὁ αὐτὸς Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας ἐξεῖπε, Μῆτιν, Φάνητα, Ἐρικεπαῖον· ὅπερ ἑρμηνεύεται τῇ κοινῇ γλώσσῃ βουλή, φῶς, ζωοδοτήρ· εἰπὼν ἐν τῇ αὐτοῦ ἐκθέσει τὰς αὐτὰς τρεῖς θείας τῶν ὀνομάτων δυνάμεις μίαν εἶναι δύναμιν καὶ κράτος τοῦ μόνου θεοῦ, ὃν οὐδεὶς ὁρᾷ, ἧστινος δυνάμεως οὐδεὶς δύναται γνῶναι ἰδέαν ἢ φύσιν· ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γεγενῆσθαι, καὶ ἀρχὰς ἀσωμάτους καὶ ἥλιον καὶ σελήνην, ἐξουσίας καὶ ἄστρα πάντα καὶ γῆν καὶ θάλασσαν, τὰ ὁρώμενα ἐν αὐτοῖς πάντα καὶ τὰ ἀόρατα. τὸ δὲ τῶν ἀνθρώ 75 πων γένος εἶπεν ὑπ' αὐτοῦ τοῦ θεοῦ πλασθέντα ἐκ γῆς καὶ ψυχὴν ὑπ' αὐτοῦ λαβόντα λογικήν, καθὼς Μωσῆς ὁ πάνσοφος ἐξέθετο ταῦτα. ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐν τῇ αὐτοῦ βίβλῳ συνέταξεν ὅτι διὰ τῶν αὐτῶν τριῶν ὀνομάτων, μιᾶς δὲ θεότητος, τὰ πάντα ἐγένετο, καὶ αὐτός ἐστι τὰ πάντα. Περὶ δὲ τοῦ ταλαιπώρου γένους τῶν ἀνθρώπων ὁ αὐτὸς Ὀρφεὺς ἐξέθετο ποιητικῶς στίχους πολλούς, ὧν μέρος εἰσὶν οὗτοι. θῆρές τε οἰωνοί τε βροτῶν τ' ἀλιτήρια φῦλα, ἑρμηνεία. θηρία, ὄρνεά τε, τῶν ἀνθρώπων τὰ καταναλισκόμενα ἔθνη, ἄχθεα γῆς, εἴδωλα τετυγμένα, μὴ διὰ μηδὲν ἑρμηνεία. τὸ βάρος τῆς γῆς, εἶδος κατεσκευασμένον, μηδὲ διὰ τί ἐγεννήθησαν μηδὲ διὰ τί ἀποθνήσκουσιν εἰδότες, οὔτε κακοῖο προσερχομένοιο νοῆσαι γινώσκοντες. ἑρμηνεία. οὔτε κακοῦ ἐρχομένου κατ' αὐτῶν αἰσθανόμενοι, φράδμονες, οὔτε ποῖον μάλ' ἀποστρέψαι κακότητος ἀσφαλίσασθαι, οὔτε ἀπὸ μακρόθεν πολὺ ἀποστρέψαι ἐκ τοῦ κακοῦ, οὔτε ἀγαθοῦ παρεόντος ἐπιστρέψαι καὶ εἶρξαι 76 οὔτε ἀγαθοῦ ἐρχομένου ὑποστρέψαι ἐκ τοῦ κακοῦ καὶ κρατῆσαι καλὸν ἴδριες, ἀλλὰ μάτην ἀδαήμονες, ἀπρονόητοι. ἔμπειροι. ἑρμηνεία. ἀλλ' ὡς ἔτυχεν ἅμα ἀμαθεστάτως φέρονται, μηδὲν προεννοούμενοι. καὶ ἄλλους δὲ πολλοὺς στίχους ἐξέθετο ὁ αὐτὸς σοφώτατος Ὀρφεύς. ταῦτα δὲ πάντα ἐξέθετο ὁ σοφώτατος Τιμόθεος χρονογράφος, λέγων τὸν αὐτὸν Ὀρφέα πρὸ τοσούτων χρόνων εἰπόντα τριάδα ὁμοούσιον δημιουργῆσαι τὰ πάντα. Μετὰ δὲ Γεδεὼν ἡγεῖτο τοῦ Ἰσραὴλ Θῶλας. ἐν δὲ τοῖς καιροῖς τοῦ Θῶλα ἦν ἐν τῇ Φρυγίᾳ χώρᾳ Μαρσύας ὁ φιλόσοφος, ὅστις ἐφεῦρε διὰ μουσικῆς αὐλοὺς ἀπὸ καλάμων. καὶ ἀπενοεῖτο ἀποθεῶν ἑαυτὸν καὶ λέγων, Εὗρον τροφὴν ἀνθρώποις διὰ τοῦ μέλους τῶν μουσικῶν καλάμων. ᾤκει δὲ ὁ αὐτὸς Μαρσύας εἰς τοὺς ἰδίους ἀγροὺς τὸν ἅπαντα χρόνον· ὅστις Μαρσύας θεοχολωτηθεὶς ἐξέστη τοῦ ἰδίου νοός, καὶ παραφρονήσας ἔῤῥιψεν ἑαυτὸν εἰς τὸν ποταμὸν καὶ ἀπώλετο· ὅντινα ποταμὸν οἱ τῆς αὐτῆς χώρας Μαρσύαν καλοῦσιν ἕως τῆς νῦν. περὶ οὗ ἱστοροῦσιν οἱ ποιηταὶ ὅτι πρὸς ἔριν τοῦ Ἀπόλλωνος ἦλθε· τοῦτο λέγουσι, φησίν, ὅτι οὗτος βλασφημήσας ἐξέστη τοῦ ἰδίου νοὸς καὶ ἐφονεύθη, καθὰ καὶ ὁ σοφώτατος Νίνος συνεγράψατο. καὶ ὁ σοφώ 77 τατος δὲ Λουκιανὸς ἐμνημόνευσε τῆς ἱστορίας ταύτης, ὅστις εἶπεν αὐτὸν ἀπὸ Κολχίδος εἶναι. Ἐν δὲ τοῖς καιροῖς τοῦ Θῶλα ἦν Ἡρακλῆς ὁ ἥρως καὶ οἱ Ἀργοναῦται οἱ περὶ Ἰάσονα τὸν Θεσσαλὸν καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Ὕλαν καὶ Τελαμῶνα καὶ τοὺς λοιπούς. οἵτινες ἀνιόντες τὸν Ἑλλήσποντον ἐπολεμήθησαν ἐξαίφνης ὑπὸ Κυζίκου, βασιλέως τῆς Ἑλλησπόντου. καὶ συγκρούσαντες ναυμαχίᾳ ἐφόνευσαν τὸν Κύζικον βασιλέα· καὶ εἰσελθόντες νυκτὸς παρέλαβον τὴν Κύζικον, μητρόπολιν τῆς Ἑλλησπόντου ἐπαρχίας. καὶ μεμαθηκότες ἀπὸ τῶν πολιτῶν καὶ τῶν συγκλητικῶν ὅτι Κύζικός ἐστιν ὁ σφαγεὶς παρ' αὐτῶν, ἐπένθησαν δι' αὐτόν, ὅτι