1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

138

ἀσθενῆσαι τὸν θειότατον Ἰουστῖνον ἐκ τοῦ ἕλκους οὗ εἶχεν ἐν τῷ ποδί· ἦν γὰρ λαβὼν ἐν τῷ τόπῳ σαγίτταν ἐν πολέμῳ, καὶ ἐξ αὐτοῦ ὁ κίνδυνος τῆς ζωῆς αὐτοῦ ἐγένετο· μηνὶ αὐγούστῳ αʹ, ἰνδικτιῶνος πέμπτης· τελευτᾷ δὲ ἐνιαυτῶν οεʹ. ὡς εἶναι τὸν πάντα χρόνον τῆς αὐτοῦ βασιλείας ἔτη θʹ καὶ ἡμέρας εἰκοσιδύο μετὰ καὶ τῶν τεσσάρων μηνῶν τοῦ αὐτοῦ ἀνεψιοῦ. ΛΟΓΟΣ ΙΗʹ ΧΡΟΝΩΝ ΙΟΥΣΤΙΝΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ. Μετὰ δὲ τὴν βασιλείαν Ἰουστίνου ἐβασίλευσεν ὁ θειότατος Ἰουστινιανὸς ἔτη ληʹ καὶ μῆνας ζʹ καὶ ἡμέρας ιγʹ ἐν μηνὶ ἀπριλλίῳ πρώτῃ, ἰνδικτιῶνι πέμπτῃ, ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν πεντακοσιοστοῦ ἑβδομηκοστοῦ πέμπτου, ἐπὶ τῆς ὑπατείας Μαβορτίου. ἦν δὲ τῇ ἰδέᾳ κονδοειδής, εὔστηθος, εὔρινος, λευκός, οὐλόθριξ, στρογγύλοψις, εὔμορφος, ἀναφάλας, ἀνθηροπρόσωπος, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, μεγαλόψυχος, χριστιανός. ἔχαιρε δὲ τῷ Βενέτῳ μέρει, καὶ αὐτὸς δὲ ὢν Θρᾲξ ἀπὸ Βεδεριάνας. Ὁ δὲ αὐτὸς βασιλεὺς ἐπὶ τῆς ἕκτης ἐπινεμήσεως τῷ ὀκτωβρίῳ μηνὶ προηγάγετο κόμητα ἀνατολῆς ἐν Ἀντιοχείᾳ ὀνόματι Πατρίκιον, Ἀρμένιον· ᾧτινι δέδωκε χρήματα πολλά, κελεύσας 426 αὐτῷ ἀπελθεῖν καὶ ἀνανεῶσαι πόλιν τῆς Φοινίκης εἰς τὸ λίμιτον τὴν λεγομένην Πάλμυραν καὶ τὰς ἐκκλησίας καὶ τὰ δημόσια, κελεύσας καὶ ἀριθμὸν στρατιωτῶν μετὰ τῶν λιμιτανέων καθέζεσθαι ἐκεῖ καὶ τὸν δοῦκα Ἐμίσσης πρὸς τὸ φυλάττεσθαι τὰ Ῥωμαϊκὰ καὶ Ἱεροσόλυμα. ἡ δὲ Πάλμυρα πρῴην μὲν μεγάλη ὑπῆρχεν, ἐπειδὴ ὁ ∆αβὶδ ἐν αὐτῷ τῷ τόπῳ πρὸ τοῦ κτισθῆναι πόλιν ἐμονομάχησε μετὰ τοῦ Γολιὰθ ὡπλισμένου ὄντος. ὅστις Γολιὰθ λίθῳ λαβὼν ἔπεσε, καὶ δραμὼν ὁ ∆αβὶδ ἀπεκεφάλισεν αὐτὸν εἰς ὃ ἐπεφέρετο ὁ Γολιὰθ ξίφος, καὶ τὴν κεφαλὴν αὐτοῦ λαβὼν κατέσχεν ἐπὶ ἡμέρας, καὶ εἶθ' οὕτως ἐν Ἱεροσολύμοις εἰσήγαγεν αὐτὴν μετὰ νίκης ἔμπροσθεν αὑτοῦ εἰς κοντὸν βασταζομένην. διὰ τοῦτο Σολομὼν ὁ βασιλεὺς ὑπὲρ τῆς νίκης τοῦ αὑτοῖ πατρὸς ∆αβὶδ ἐποίησεν αὐτὴν πόλιν μεγάλην, ἐπιθεὶς αὐτῇ τὸ ὄνομα Πάλμυραν, ὡς γενομένην μοῖραν τῷ Γολιάθ. τὸ δὲ πρῴην ἐφύλαττεν ἡ αὐτὴ πόλις καὶ τὰ Ἱεροσόλυμα, ὅθεν καὶ Ναβουχοδονόσορ ὁ βασιλεὺς Περσῶν δι' αὐτῆς παρελθὼν πρώτην αὐτὴν παρέλαβε πολλῷ κόπῳ· ἐφοβεῖτο γὰρ ὄπισθεν αὐτὴν ἐᾶσαι· πλῆθος γὰρ στρατιωτῶν Ἰουδαίων ἐκάθητο ἐκεῖ· ἥντινα παραλαβὼν καύσας ἔστρεψε, καὶ οὕτως τὴν Ἱερουσαλὴμ παρέλαβεν. Ὁ δὲ αὐτὸς Ἰουστινιανὸς δέδωκεν ὑπατείαν τῇ ἕκτῃ ἐπινεμήσει τῷ ἰανουαρίῳ μηνί. 427 Ἐν δὲ τῷ αὐτῷ χρόνῳ ὁ Πέρσης ἐπολέμησε τῷ Λαζῶν βασιλεῖ Ζταθίῳ, ὡς προσρυέντι Ῥωμαίοις. ὁ δὲ Λαζῶν βασιλεὺς πέμψας ἐδεήθη τοῦ βασιλέως Ῥωμαίων, αἰτῶν βοήθειαν παρ' αὐτοῦ λαβεῖν· καὶ πέμψας αὐτῷ ὁ βασιλεὺς Ἰουστινιανὸς στρατηλάτας τρεῖς, Γιλδέριχ καὶ Κήρυκον καὶ Εἰρηναῖον, μετὰ πολλῆς βοηθείας Ῥωμαϊκῆς, καὶ συγκρούσαντες πόλεμον, ἔπεσον ἐξ ἀμφοτέρων πολλοί. καὶ ἀκούσας ὁ βασιλεὺς Ῥωμαίων ἠγανάκτησε κατὰ τῶν στρατηλατῶν, ὅτι φθόνῳ φερόμενοι πρὸς ἑαυτοὺς οἱ στρατηλάται Ῥωμαίων προδεδώκασιν ἀλλήλους. καὶ ἀγανακτήσας ὁ βασιλεὺς κατ' αὐτῶν διεδέξατο αὐτούς· καὶ κατελθόντος Πέτρου στρατηλάτου καὶ ἀποκινήσαντος αὐτοὺς τῆς ἐξαρχίας καὶ λαβόντος τὰ ἐξπέδιτα παρ' αὐτῶν, ἀνεχώρησεν ἐκεῖθεν. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀνενέωσε πόλιν τῆς Ἀρμενίας ὀνόματι Μαρτυρόπολιν, μετονομάσας αὐτὴν Ἰουστινιανόπολιν, ποιήσας τὰ τείχη αὐτῆς καὶ τοὺς ἐμβόλους, ἦσαν γὰρ τῷ χρόνῳ φθαρέντες, μετενέγκας ἐκεῖ καὶ ἀνατολικὸν ἀριθμόν. ἐν δὲ τῷ αὐτῷ χρόνῳ προσεῤῥύη Ῥωμαίοις ὁ ῥὴξ τῶν Ἑρούλων ὀνόματι Γρέπης· καὶ ἦλθεν ἐν