1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

125

Ἑλλάδιον τὸν ἀπὸ Ἐμέζτης τῆς πόλεως εἰς τὸ Ῥούσιον μέρος· ἔδωκε δὲ καὶ τὸν λεγόμενον Μαργαρίτην τὸν Κατζάμυν τὸν ἀπὸ Κυζίκου ἐνεγκὼν τοῖς Λευκοῖς. καὶ ἀπέθετο τὴν δευτέραν αὐτοῦ ὑπατείαν Λογγῖνος. 387 Ἡ δὲ βασίλισσα Ἀριάδνη ἡ τοῦ αὐτοῦ Ζήνωνος γυνὴ δεξαμένη παρὰ τῆς ἰδίας αὐτῆς μητρὸς γράμματα λάθρᾳ καὶ παρεκάλεσε τὸν βασιλέα Ζήνωνα ἵνα ἀπολυθῇ ἀπὸ καστελλίου, ὅπου ἦν ἀποκεκλεισμένη ἡ δέσποινα Βηρῖνα. καὶ εἶπεν αὐτῇ ὁ βασιλεὺς Ζήνων ἵνα αἰτήσῃ τὸν πατρίκιον Ἰλλοῦν περὶ αὐτῆς. καὶ μεταστειλαμένη ἡ βασίλισσα Ἀριάδνη Ἰλλοῦν ᾔτησεν αὐτὸν μετὰ δακρύων διὰ τὴν αὑτῆς μητέρα Βηρῖναν ἵνα ἀπολυθῇ· καὶ οὐκ ἐπείσθη Ἰλλοῦς, ἀλλὰ λέγει αὐτῇ, Τί αὐτὴν ζητεῖς; ἵνα ποιήσῃ πάλιν ἄλλον βασιλέα κατὰ τοῦ σοῦ ἀνδρός; καὶ πάλιν εἶπεν ἡ Ἀριάδνη τῷ βασιλεῖ Ζήνωνι ὅτι Ἰλλοῦς ἐστιν εἰς τὸ παλάτιον ἢ ἐγώ; καὶ λέγει αὐτῇ ὁ βασιλεὺς ὅτι Εἴ τι δύνῃ, πρᾶξον· ἐγώ σε θέλω. καὶ λοιπὸν ἡ Ἀριάδνη κατεσκεύασε τοῦ φονεῦσαι τὸν Ἰλλοῦν· καὶ ἱππικοῦ ἀγομένου, ὡς ἀνέρχεται διὰ τῶν πουλπιτῶν ἐπὶ τὸ ∆έκιμον, ἔκρουσεν αὐτῷ ὁ προτραπεὶς σχολάριος σπαθίῳ κατὰ τῆς κεφαλῆς, ὀνόματι Σποράκιος, βουλόμενος εἰς δύο αὐτὸν κόψαι· καὶ εὑρέθη ὁ σπαθάριος τοῦ Ἰλλοῦ ἐγγύς, καὶ προσεσχηκὼς τὸ ξίφος κατερχόμενον τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἐδέξατο· καὶ κατελθοῦσα ἡ ἀρχὴ τοῦ ξίφους εἰς τὴν κεφαλὴν αὐτοῦ ἔκοψε τὸ ὠτίον τοῦ αὐτοῦ Ἰλλοῦ τὸ δεξιόν· καὶ ἐσφάγη ὁ σχολάριος ἐπὶ τὸν τόπον. ὁ δὲ Ἰλλοῦς κουφισθεὶς ὑπὸ τῶν ἀνθρώπων αὐτοῦ ἀπηνέχθη εἰς τὸν ἴδιον αὐτοῦ οἶκον βασταζόμενος. ὁ δὲ Ζήνων ἀκούσας ἐπωμόσατο λέγων ἀγνοεῖν τὴν κατὰ Ἰλλοῦν κατασκευήν, καὶ οὐκ ἐπείσθη ὁ Ἰλλοῦς, ἀλλὰ ἔχων τὴν λύπην περιωδεύετο· 388 καὶ κάλλιον ἐσχηκὼς ἀπῆλθε πέραν, βουλόμενός τι πρᾶξαι· εἰς τέλειον δὲ ὑγιάνας ἔμεινεν ἔχων τῆς πληγῆς τὴν ὠτειλήν. καὶ εἰσελθὼν πρὸς τὸν βασιλέα Ζήνωνα ᾔτησεν αὐτὸν ἐπὶ τὴν ἀνατολὴν ἀπολυθῆναι πρὸς ὀλίγον χρόνον διὰ τὸ τοὺς ἀέρας, φησίν, ἀλλάξαι, ἐπειδὴ ἠσθένει ἀπὸ τῆς πληγῆς. ὁ δὲ βασιλεὺς Ζήνων πεισθεὶς διεδέξατο αὐτὸν ἐκ τῆς ἀρχῆς τοῦ μαγίστρου καὶ ἐποίησεν αὐτὸν στρατηλάτην ἀνατολῆς, δοὺς αὐτῷ πᾶσαν ἐξουσίαν. καὶ αὐτὸς δὲ Ἰλλοῦς ᾔτησεν αὐτὸν λαβεῖν μεθ' ἑαυτοῦ πρὸς θεραπείαν τῆς Αὐγούστας τὸν πατρίκιον Λεόντιον τὸν Παυλίνης, εἰς τὸ δοῦναι αὐτῷ τὴν δέσποιναν Βηρῖναν τὴν μητέρα τῆς βασιλίσσης Ἀριάδνης, ἵνα ἀναγάγῃ αὐτὴν ἐν Κωνσταντινουπόλει. ᾔτησε δὲ τὸν βασιλέα ὁ αὐτὸς Ἰλλοῦς λαβεῖν καὶ ἄλλους συγκλητικοὺς πρὸς ἰδίαν ὑπόληψιν· καὶ παρέσχεν αὐτῷ. καὶ κατῆλθεν ὁ πατρίκιος Ἰλλοῦς, λαβὼν μεθ' ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον καὶ τοὺς ἄλλους συγκλητικούς· καὶ κατῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, ποιήσας ὀλίγον χρόνον, χαρισάμενος αὐτοῖς πολλὰ ἐξῆλθεν ἐπὶ τὴν Ἰσαυρίαν· καὶ καταγαγὼν τὴν δέσποιναν Βηρῖναν ἀπὸ τοῦ καστελλίου ἐποίησεν αὐτὴν στέψαι βασιλέα εἰς τὸν ἅγιον Πέτρον ἔξω τῆς πόλεως Ταρσοῦ τῆς Κιλικίας τὸν πατρίκιον Λεόντιον, πείσας αὐτὸν στεφθῆναι, ὄντα ἄνδρα ἐλεύθερον. καὶ ἐποίησεν ἡ αὐτὴ Βηρῖνα θείας κελεύσεις κατὰ πόλιν καὶ σάκρας πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς στρατιώτας ὥστε δέξασθαι 389 αὐτὸν καὶ μὴ ἐναντιωθῆναί τινα, γράψασα δὲ σάκραν ἔχουσαν πολλὰ κακὰ περὶ Ζήνωνος. καὶ ἐβασίλευσεν ἐν Ἀντιοχείᾳ ὀλίγας ἡμέρας. Καὶ γνοὺς Ζήνων ὁ βασιλεὺς ἔπεμψε βοήθειαν πολλὴν καὶ στρατηλάτην Ἰωάννην τὸν Σκύθην. καὶ ἀκούσας Λεόντιος καὶ Ἰλλοῦς καὶ οἱ μετ' αὐτοῦ καὶ ἀνῆλθαν μετὰ Βηρίνης εἰς τὸ Παπῦριν καστέλλιον· καὶ Βηρῖνα μὲν ἰδίῳ θανάτῳ τελευτᾷ. Παμπρέπιος δέ τις ὡς προδότης μετ' αὐτῶν ὢν ἐσφάγη ἄνω καὶ ἐῤῥίφη τὸ λείψανον αὐτοῦ εἰς τὰ ὄρη. Ἰλλοῦς δὲ καὶ Λεόντιος φοσσευθέντες παρελήφθησαν· καὶ πρόοδον δεδωκότες παρὰ τῷ ἄρχοντι Σελευκείας τῆς Ἰσαυρίας ἀπὸ διαλαλιᾶς ἀπεκεφαλίσθησαν· καὶ αἱ κεφαλαὶ αὐτῶν εἰσηνέχθησαν Ζήνωνι ἐν Κωνσταντινουπόλει εἰς κοντὸν