1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

101

αὐτοῦ, λιθοβολήσαντες ἐφόνευσαν αὐτόν, καὶ οὕτως ἐτελειώθη ὁ δίκαιος. καὶ λαβόντες τὸ λείψανον αὐτοῦ ἀπήγαγον αὐτὸ εἰς τὴν κώμην τὴν λεγομένην Μαριάμμην, ὅθεν ὑπῆρχεν, ἔξω οὖσαν ∆αμασκοῦ τῆς πόλεως ἀπὸ ἑνὸς ἡμίσεος μιλίου. καὶ ἐκτίσθη αὐτῷ εὐκτήριος οἶκος. Ὁ δὲ βασιλεὺς Λικιννιανὸς Μάξιμος χειρουργηθεὶς τελευτᾷ, ὢν ἐνιαυτῶν μςʹ. ΛΟΓΟΣ ΙΓʹ ΧΡΟΝΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΛΕΩΣ. Μετὰ δὲ τὴν βασιλείαν Μαξίμου Λικιννίου ἐβασίλευσεν ὁ θειότατος καὶ πιστότατος, ὁ υἱὸς Κωνσταντίου τοῦ Χλωροῦ, Κωνσταντῖνος ὁ μέγας τῇ πρὸ ὀκτὼ καλανδῶν αὐγούστων ἐπὶ τῆς ὑπατείας Σεβήρου καὶ Μαξιμιανοῦ· καὶ ἔμεινε βασιλεύων ἔτη λβʹ. ἦν δὲ μακρός, πυῤῥός, μεγαλόψυχος, ἥσυχος, θεοφιλής. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ πόλεμος ἐγένετο ἐν τῇ δύσει μέγας· καὶ ἐξῆλθε κατ' αὐτῶν ὁ θειότατος Κωνσταντῖνος, καὶ ἡττηθεὶς ἐφοσσεύετο ὑπὸ τῶν βαρβάρων. καὶ θλιβόμενος ἐν τῷ μέλλειν αὐτὸν καθεύδειν ηὔχετο ῥυσθῆναι ἀπ' αὐτῶν· καὶ ἑλκυσθεὶς εἰς ὕπνον εἶδε κατ' ὄναρ ἐν τῷ οὐρανῷ σταυρόν, ἐν ᾧ ἐπεγέγραπτο, Ἐν τούτω νίκα. καὶ ἀναγνοὺς τὸ ἐπιγεγραμμένον ἐν τῷ σταυρῷ διυπνίσθη· καὶ ἀναστὰς ἐποίησε σίγνον 317 σταυροῦ, ὡς εἶδεν ἐν τῷ οὐρανῷ, καὶ προηγεῖτο αὐτοῦ. καὶ προτρεψάμενος τὸν ἴδιον στρατόν, λέγων ὅτι Νικῶμεν, καὶ ὁρμήσας καὶ συμβαλὼν τοῖς βαρβάροις, ἐνίκησε τὸν πόλεμον κατὰ κράτος, ὥστε μηδένα τῶν βαρβάρων σωθῆναι ἀλλὰ πάντας ἀπολέσθαι. καὶ ἐπανῆλθεν ἐν τῇ Ῥώμῃ μετὰ νίκης καὶ χαρᾶς μεγάλης, ἔχων ἔμπροσθεν αὐτοῦ τὸν σίγνον τοῦ σταυροῦ. ἐξηγεῖτο δὲ πᾶσι τὴν τοῦ ὁράματος καὶ τοῦ σίγνου τοῦ σταυροῦ δύναμιν, λέγων ὅτι Τοῦτο τὸ σημεῖόν ἐστι τοῦ θεοῦ τῶν Γαλιλαίων τῶν λεγομένων χριστιανῶν. καὶ εὐθέως τὰ ἱερὰ καὶ πάντας τοὺς ναοὺς τῶν Ἑλλήνων κατέστρεψε καὶ τὰς ἐκκλησίας τῶν χριστιανῶν ἀνέῳξε, πανταχοῦ σάκρας καταπέμψας ὥστε τὰς ἐκκλησίας τῶν χριστιανῶν ἀνοιχθῆναι. καὶ νηστεύσας καὶ κατηχηθεὶς ἐβαπτίσθη ὑπὸ Σιλβέστρου, ἐπισκόπου Ῥώμης, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένηκαὶ πάντες οἱ συγγενεῖς αὐτοῦ καὶ οἱ φίλοι αὐτοῦ καὶ πλῆθος ἄλλων πολλῶν Ῥωμαίων. καὶ ἐγένετο χριστιανὸς ὁ αὐτὸς Κωνσταντῖνος βασιλεύς. Καὶ ἐπεστράτευσε κατὰ Περσῶν καὶ ἐνίκησεν καὶ ἐποίησε πάκτα εἰρήνης μετὰ Σαραβάρου, βασιλέως Περσῶν, τοῦ Πέρσου αἰτήσαντος εἰρήνην ἔχειν μετὰ Ῥωμαίων. ὁ δὲ αὐτὸς Κωνσταντῖ 318 νος βασιλεὺς καὶ τὴν Εὐφρατησίαν ἐποίησεν ἐπαρχίαν, ἀπὸ Συρίας καὶ Ὀσροηνῆς μερίσας καὶ δοὺς δίκαιον πόλεως ἐν Ἱεραπόλει. καὶ ὑποστρέψας ἦλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἔκτισεν ἐκεῖ τὴν μεγάλην ἐκκλησίαν, μέγιστον κτίσμα, λύσας τὸ λεγόμενον Φιλίππου βασιλέως δημόσιον· λουτρὸν γὰρ παλαιὸν ἦν καὶ τῷ χρόνῳ φθαρὲν καὶ μὴ λοῦον. ἔκτισε δὲ καὶ ξενῶνα πλησίον· ὁμοίως δὲ ἔκτισε καὶ τὴν λεγομένην Ῥουφίνου βασιλικήν· ἦν γὰρ τοῦτο ἱερὸν τοῦ Ἑρμοῦ καὶ ἔλυσεν αὐτὸ Ῥουφῖνος ὁ ἔπαρχος τῶν ἱερῶν πραιτωρίων. ἀπελθὼν δὲ μετὰ τοῦ βασιλέως ἐν τῷ πολέμῳ ἐκελεύσθη ὑπ' αὐτοῦ περιμεῖναι ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἐπλήρωσε τὴν αὐτὴν βασιλικήν, ἐπανερχομένου τοῦ αὐτοῦ βασιλέως ἐπὶ Ῥώμην. ἐν τῷ δὲ μέλλειν ἐξέρχεσθαι τὸν βασιλέα Κωνσταντῖνον ἀπὸ τῆς αὐτῆς Ἀντιοχείας, ἐποίησε πρῶτος αὐτὸς ἄρχοντα Ἀντιοχείας τῆς Συρίας Πλούταρχον ὀνόματι χριστιανόν· ὅστις καὶ εἰς τὸ κτίσμα τῆς ἐκκλησίας καὶ τῆς βασιλικῆς ἐκελεύσθη ἐργοδιωκτεῖν. ὁ δὲ αὐτὸς Πλούταρχος ἐν τῷ κτίζειν τὸν ξενῶνα εὑρηκὼς τὸ χαλκούργημα τοῦ Ποσειδῶνος τὸ ἑστὼς τετελεσμένον ἕνεκεν τοῦ μὴ πάσχειν σειομένην τὴν πόλιν, ἐπάρας τοῦτο ἐχώνευσε καὶ ἐποίησεν αὐτὸ στήλην τῷ αὐτῷ Κωνσταντίνῳ τῷ