1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

158

κουβικουλάριον μετὰ δρομώνων καὶ ἄλλους τινὰς μαθεῖν τὰ γενόμενα, καὶ ἀπελθόντων τῶν παίδων Ναρσοῦ κατ' ἐπιτροπὴν αὐτοῦ εἰς τὸν ἅγιον ∆ιομήδην καὶ μαθόντων παρὰ τοῦ συναχθέντος ὄχλου τὰ λεγόμενα ὑπὸ τῆς γυναικός, ἐλθόντες ἀπήγγειλαν Ναρσῇ τὰ γενόμενα ἐν τῇ ἐκκλησίᾳ, καὶ ὅτι ἤκουσαν ἀπὸ τῆς γυναικὸς τῆς κρεμασθείσης ὅτι μετὰ τρεῖς ἡμέρας ἀνέρχεται ἡ θάλασσα καὶ κατακλύζει πάντας. καὶ ἀκούσαντες οἱ ὄχλοι τῶν λεγομένων παρ' αὐτῆς ἀνεχώρουν πτοούμενοι. Καὶ τῷ αὐτῷ χρόνῳ Λογγῖνος ἔπαρχος πόλεως προεβλήθη· ὅστις ἔστρωσε τὸ μεσίαυλον τῆς βασιλικῆς κιστέρνης. ἔκτισε δὲ καὶ τοὺς ἐμβόλους τῆς αὐτῆς βασιλικῆς εὐπρεπῶς. Ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ ἀνομίαι τῶν ἀνθρώπων, ἐπήγαγε πτῶσιν ἀνθρώπων ἐπὶ τῆς γῆς εἰς ἐξάλειψιν ἐν πάσαις ταῖς πόλεσι καὶ ἐν ταῖς χώραις. ἐπεκράτησε γὰρ ἡ θνῆσις ἐπὶ χρόνον, ὥστε μὴ αὐταρκεῖν τοὺς θάπτοντας. τινὲς γὰρ καὶ ἐκ τῶν ἰδίων οἴκων ἐν ξυλίνοις κραβάτοις ἐξέφερον, καὶ οὐδὲ οὕτως ἐξήρκουν. ἔμενον γὰρ καί τινα τῶν σκηνωμάτων ἐπὶ ἡμέρας ἄταφα· τινὲς γὰρ καὶ τῶν ἰδίων προσγενῶν τὴν ταφὴν οὐκ ἔβλεπον. ἐπεκράτησε δὲ ἡ εὐσπλαγχνία τοῦ θεοῦ ἐν Βυζαντίῳ ἐπὶ μῆνας δύο. Μηνὶ σεπτεμβρίῳ ἰνδικτιῶνος ζʹ ἐγένετο σεισμὸς ἐν Κυζίκῳ, καὶ τὸ ἥμισυ τῆς αὐτῆς πόλεως ἔπεσε. Καὶ τῷ αὐτῷ χρόνῳ ἀνηνέχθη ἔφιππος στήλη τοῦ βασιλέως Ἰουστινιανοῦ πλησίον τοῦ παλατίου ἐν τῷ λεγομένῳ Αὐγουστεών· ἥτις στήλη ἦν Ἀρκαδίου βασιλέως, πρῴην οὖσα ἐν τῷ Ταύρῳ ἐν βωμίσκῳ. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ καὶ σπάνις οἴνου ἐγένετο. Τῷ δὲ νοεμβρίῳ μηνὶ διαστροφὴ ἐγένετο περὶ τῆς ἀποκρεωσίμου· ὁ δὲ αὐτὸς βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα· καὶ πάντες μὲν οἱ κρεωπῶλαι ἔσφαξαν καὶ προέθη 483 καν, οὐδεὶς δὲ ἤσθιεν· ἐγένετο δὲ καὶ πάθος Χριστοῦ τοῦ θεοῦ ἡμῶν, καθὼς ὁ αὐτὸς βασιλεὺς ἠβουλήθη. Μηνὶ φεβρουαρίῳ ἰνδικτιῶνος δεκάτης ὁ ἐπίσκοπος Ῥώμης Βιγίλιος παρεγένετο ἐν Κωνσταντινουπόλει· καὶ τῷ αὐτῷ χρόνῳ παρελήφθη Ῥώμη ὑπὸ Γότθων. Ἐν αὐτῷ δὲ τῷ ἔτει Μηνᾶς ὁ πατριάρχης Κωνσταντινουπόλεως καθῃρέθη ὑπὸ τοῦ πάπα Ῥώμης διά τινας αἰτίας κανονικάς. Καὶ τῇ αὐτῇ ἰνδικτιῶνι γενεθλίου ἀγομένου ἐν Βυζαντίῳ, ὄντος ἐπάρχου πόλεως Θωμᾶ, ἀμιξία ἐγένετο ἐξ ἀμφοτέρων τῶν μερῶν· καὶ θεωρήσας ὁ βασιλεὺς τὸ γεγονός, κελεύσας τοῖς ἐξκουβίτορσιν, ἐπέβησαν κατὰ τοῦ πλήθους· καὶ οἱ μὲν φεύγοντες ἀπεπνίγησαν, ἕτεροι δὲ κατεσφάγησαν. Τῇ δὲ αὐτῇ ἰνδικτιῶνι ἐδέχθη Μηνᾶς ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως εἰς τὴν ἐπισκοπὴν αὐτοῦ· καὶ ἀπῆλθεν εἰς τὴν ἄθλησιν τῶν ἁγίων ἀποστόλων ἐν τῷ περιτειχίσματι. Καὶ τῷ αὐτῷ χρόνῳ ὄντος κόμητος πραίτωρος τοῦ ἐπίκλην ∆ιπουνδιαρίστου δημοσίᾳ ἐξητάσθησαν οἱ εὑρεθέντες ἐν τῷ φόνῳ τοῦ ἐπισκόπου Κυζίκου, Ἀνδρέας καὶ Ἰωάννης ὁ ἐπίκλην ∆άνδαξ· καὶ μετὰ τὴν ἐξέτασιν ἐπήρθησαν τῶν δύο αἱ δεξιαί. καὶ τῷ αὐτῷ χρόνῳ ἐγένοντο σεισμοὶ συνεχεῖς. Μηνὶ ἰουνίῳ ἰνδικτιῶνι τῇ αὐτῇ ἐγένοντο βρονταὶ καὶ ἀστρα 484 παὶ φοβεραὶ πάνυ, ὥστε καὶ ἀνθρώπους καθεύδοντας ἐκ τῶν ἀστραπῶν βλαβῆναι. ἐν αὐτοῖς δὲ τοῖς φόβοις καὶ τοῦ κίονος τοῦ ἐν τῷ Ξηρολόφῳ ἀπεπτελώθη μέρος. Καὶ τῇ κηʹ τοῦ αὐτοῦ μηνὸς ἰνδικτιῶνος δεκάτης τελευτᾷ ἡ Αὔγουστα Θεοδώρα. Καὶ τῷ ἰουλίῳ μηνὶ συμβολῆς γενομένης ἐξ ἀμφοτέρων τῶν μερῶν ἐμπρησμὸς γέγονεν ἐν τῇ οἰκίᾳ τῇ λεγομένῃ τὰ Πάρδου· καὶ ἐκαύθησαν πολλὰ καὶ ἔπεσαν φόνοι πολλοί. Ἰνδικτιῶνος ιγʹ πρεσβευτὴς Ἰνδῶν κατεπέμφθη μετὰ καὶ ἐλέφαντος ἐν Κωνσταντινουπόλει. Καὶ τῷ αὐτῷ χρόνῳ περιῃρέθη τὸ ὄνομα Μηνᾶ τοῦ ἀρχιεπισκόπου ἐκ τῶν ἁγίων διπτύχων καὶ τὸ ὄνομα Βιγιλίου τοῦ πάπα Ῥώμης. Μηνὶ ἀπριλλίῳ ἐγένετο συμβολὴ δημοτικὴ ἐν τῷ Ἱπποδρομίῳ μὴ ἀγομένου τοῦ ἱππικοῦ· καὶ πολλοὶ ἀπέθανον ἐξ ἀμφοτέρων. Μηνὶ