1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

87

∆άνυβιν ποταμόν, ἣν ἐκάλεσε ∆ακίαν παραποταμίαν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ θειοτάτου Τραϊανοῦ ἔπαθεν Ἀντιόχεια ἡ μεγάλη ἡ πρὸς ∆άφνην τὸ τρίτον αὐτῆς πάθος μηνὶ ἀπελλαίῳ τῷ καὶ δεκεμβρίῳ ιγʹ, ἡμέρᾳ αʹ, μετὰ ἀλεκτρυόνα, ἔτους χρηματίζοντος ρξδʹ κατὰ τοὺς αὐτοὺς Ἀντιοχεῖς, μετὰ δὲ βʹ ἔτη τῆς παρουσίας τοῦ θειοτάτου βασιλέως Τραϊανοῦ τῆς ἐπὶ τὴν ἀνατολήν. οἱ δὲ Ἀντιοχεῖς οἱ ἀπομείναντες καὶ ζήσαντες τότε ἱερὸν ἔκτισαν ἐν ∆άφνῃ, ἐν ᾧ ἐπέγραψαν, Οἱ σωθέντες ἀνέστησαν ∆ιὶ σωτῆρι. Ἐν δὲ τῇ αὐτῇ νυκτὶ ὅτε ἔπαθεν ἡ αὐτὴ Ἀντιόχεια ἡ μεγάλη ἔπαθε τότε καὶ ἡ Ῥόδος πόλις νῆσος, οὖσα τῆς Ἑξαπόλεως, ὑπὸ θεομηνίας τὸ δεύτερον αὐτῆς πάθος. ὁ δὲ αὐτὸς εὐσεβέστατος Τραϊανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀρξάμενος πρῶτον κτίσμα τὴν λεγομένην μέσην πύλην πλησίον τοῦ ἱεροῦ τοῦ Ἄρεως, ὅπου ὁ Παρμένιος ὁ χείμαῤῥος κατέρχεται, ἔγγιστα τοῦ νυνὶ λεγομένου Μακέλλου, γλύψας ἄνω ἄγαλμα λυκαίνης τρεφούσης τὸν Ῥῶμον καὶ τὸν Ῥῆμον, διὰ τὸ γινώσκεσθαι ὅτι Ῥωμαῖόν ἐστι τὸκτίσμα, θυσιάσας ἐκεῖ παρθένον κόρην εὐπρεπῆ πολίτιδα ὀνόματι Καλλιόπην ὑπὲρ λύτρου καὶ ἀποκαθαρισμοῦ τῆς πόλεως, νυμφαγωγίαν αὐτῇ ποιήσας. καὶ εὐθέως ἀνήγειρε τοὺς δύο ἐμβόλους τοὺς μεγάλους, καὶ ἄλλα δὲ πολλὰ ἔκτισεν ἐν τῇ αὐτῇ 276 Ἀντιόχου πόλει καὶ δημόσιον καὶ ἀγωγόν, ἀποστρέψας τὸ ὕδωρ τὸ ἀπὸ τῶν πηγῶν ∆άφνης ἐκχεόμενον εἰς τὰς λεγομένας Ἀγρίας, ἐπιθήσας καὶ τῷ δημοσίῳ καὶ τῷ ἀγωγῷ εἰς τὸ ἴδιον ὄνομα. καὶ τὸ θέατρον δὲ τῆς αὐτῆς Ἀντιοχείας ἀνεπλήρωσεν ἀτελὲς ὄν, στήσας ἐν αὐτῷ ὑπεράνω τεσσάρων κιόνων ἐν μέσῳ τοῦ νυμφαίου τοῦ προσκηνίου τῆς σφαγιασθείσης ὑπ' αὐτοῦ κόρης στήλην χαλκῆν κεχρυσωμένην, καθημένην ἐπάνω τοῦ Ὀρόντου ποταμοῦ, εἰς λόγον τύχης τῆς αὐτῆς πόλεως, στεφομένην ὑπὸ Σελεύκου καὶ Ἀντιόχου βασιλέων. ὁ δὲ αὐτὸς βασιλεὺς Τραϊανὸς ἐν τῇ αὐτῇ πόλει διῆγεν ὅτε ἡ θεομηνία ἐγένετο. ἐμαρτύρησε δὲ ἐπὶ αὐτοῦ τότε ὁ ἅγιος Ἰγνάτιος ὁ ἐπίσκοπος τῆς πόλεως Ἀντιοχείας· ἠγανάκτησε γὰρ κατ' αὐτοῦ, ὅτι ἐλοιδόρει αὐτόν. συνέσχε δὲ τότε καὶ πέντε ὀνόματα χριστιανῶν γυναικῶν Ἀντιοχισσῶν καὶ ἐξήτασεν αὐτὰς λέγων, Τίς ἐστιν ἡ ἐλπὶς ὑμῶν, ὅτι οὕτως ἐκδίδοτε ἑαυτὰς εἰς θάνατον; αἱ δὲ ἀπεκρίθησαν λέγουσαι ὅτι Φονευομένας ἡμᾶς παρ' ὑμῶν ἀνίστασθαι ἡμᾶς πάλιν ὡς ἔχομεν σώματι εἰς αἰωνίαν ζωήν. καὶ ἐκέλευσεν αὐτὰς πυρικαύστους γενέσθαι καὶ τὸν χοῦν τῶν ὀστέων αὐτῶν συνέμιξε χαλκῷ καὶ ἐποίησε τὸν χαλκὸν εἰς ὃ ἐποίησε δημόσιον χαλκία τοῦ θερμοῦ. καὶ ὅτε ἤρξατο παρέχειν τὸ δημόσιον, εἴ τις ἐὰν ἐλούετο εἰς αὐτὸ τὸ δημόσιον, ἐσκοτοῦτο καὶ ἔπιπτε καὶ ἐξήρχετο βασταγμῷ. καὶ μαθὼν ὁ βασιλεὺς Τραϊανὸς τοῦτο ἤλλαξε τὰ αὐτὰ χαλκία καὶ ἐποίησεν ἄλλα ἀπὸ 277 καθαροῦ χαλκοῦ, λέγων ὅτι Καλῶς ἐποίησα χοῦν σωμάτων συμμίξας αὐτοῖς καὶ κοινώσας τὰ θερμὰ ὕδατα. ταῦτα δὲ ἔλεγεν, ἐπειδὴ οἱ χριστιανοὶ ὑπέξιζον τοῖς Ἕλλησι καυχώμενοι. τὰ δὲ πρῶτα χαλκία ἀναχώσας ἐποίησε στήλας χαλκᾶς πέντε ταῖς αὐταῖς γυναιξί, λέγων ὅτι Ἰδοὺ ἐγὼ αὐτὰς ἀνέστησα καθὼς εἶπον καὶ οὐχὶ ὁ θεὸς αὐτῶν. αἵτινες στῆλαι εἰς αὐτὸ τὸ δημόσιον λουτρὸν ἵστανται ἕως ἄρτι. ἐποίησε δὲ καὶ κάμινον πυρός, καὶ ἐκέλευσε τοὺς βουλομένους χριστιανοὺς βάλλειν ἑαυτοὺς ἐν προθέσει. καὶ πολλοὶ ἔβαλλον ἑαυτοὺς καὶ ἐμαρτύρησαν. ἐμαρτύρησε δὲ τότε ἡ ἁγία ∆ροσινὴ καὶ ἄλλαι παρθένοι πολλαί. Ἔκτισε δὲ ἐν ∆άφνῃ ἱερὸν Ἀρτέμιδος ἐν μέσῳ τοῦ ἄλσους. ἐποίησε δὲ ὁ αὐτὸς βασιλεὺς καὶ πέραν τοῦ ∆ανυβίου ποταμοῦ ἐπὶ τὰ δυτικὰ μέρη ἐπαρχίας δύο. ἅστινας ἐκάλεσε ∆ακίαν πρώτην καὶ δευτέραν. Καὶ εὐθέως νόσῳ βληθεὶς ἐτελεύτα, ὢν ἐνιαυτῶν ξςʹ. Μετὰ δὲ τὴν βασιλείαν Τραϊανοῦ ἐβασίλευσεν Ἤλιος Ἀδριανὸς ἐπὶ τῆς ὑπατείας Ἀπρωνιανοῦ καὶ Νίγρου. ἐβασίλευσε δὲ ἔτη κβʹ καὶ μῆνας εʹ. ἦν δὲ διμοιριαῖος, εὔογκος, λευκόχροος, μιξοπόλιος, εὐειδής, δασυπώγων, γλαυκόφθαλμος, ἥσυχος, ἐλλόγιμος,