1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

97

σμυρνιάσαντες ἐφύλαξαν αὐτὸν εἰς ἰδίαν δόξαν· τὸ δὲ λοιπὸν πλῆθος αὐτοῦ κατέκοψαν. τελευτᾷ δὲ ὁ βασιλεὺς Νουμεριανὸς ὢν ἐνιαυτῶν λςʹ. Μετὰ δὲ τὴν βασιλείαν Νουμεριανοῦ ἐβασίλευσε Καρῖνος Αὔγουστος ὁ ἀδελφὸς αὐτοῦ ἔτη βʹ. ἦν δὲ κονδοειδής, παχύς, πλάτοψις, λευκός, οὐλόθριξ, ἀναφάλας, σπανός, μεγαλόψυχος. ἐφίλει δὲ τὸ Πράσινον μέρος. Ἢ μόνον δὲ ἐβασίλευσεν, ἐπεστράτευσε κατὰ Περσῶν εἰς ἐκδίκησιν τοῦ ἰδίου αὐτοῦ ἀδελφοῦ Νουμεριανοῦ· καὶ περιεγένετο αὐτῶν κατὰ κράτος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτελεύτησαν οἱ ἅγιοι Κοσμᾶς καὶ ∆αμιανὸς τῷ τρόπῳ τούτῳ, φθονηθέντες ὑπὸ τοῦ ἰδίου αὐτῶν ἐπιστάτου. ἦσαν γὰρ ἰατροὶ τὴν ἐπιστήμην, ἠγαπῶντο δὲ ὑπὸ τοῦ βασιλέως Καρίνου, ὡς ποιοῦντες ἰάσεις· συνέβη γὰρ τοῦτο γενέσθαι τῷ αὐτῷ Καρίνῳ βασιλεῖ. μετὰ τὸ συγκροῦσαι τοῖς Πέρσαις καὶ τὰς ἐπάνω ἐνέγκαι καὶ κόψαι ἐξ αὐτῶν ἄπειρον πλῆθος χειμῶνος βαρυτάτου γενομένου ᾔτησαν οἱ Πέρσαι μηνῶν τριῶν ἔνδοσιν γενέσθαι· καὶ διὰ τὸ ἐπαχθὲς τοῦ χειμῶνος φειδόμενος τοῦ ἰδίου στρατοῦ, ὡς κοπωθέντι, ἐνέδωκε τῶν τριῶν μηνῶν τὴν αἴτησιν τῆς εἰρήνης. καὶ λαβὼν τὸ ἴδιον πλῆθος ἦλθεν ἐπὶ τὴν λεγομένην χώραν τῶν Κυρηστικῶν, 305 βουλόμενος καὶ τὸν ἴδιον στρατὸν ἀναπαῦσαι καὶ τοὺς πληγάτους θεραπευθῆναι. ἐλθόντος δὲ αὐτοῦ ἐν τοῖς Κυρηστικοῖς ἐν τῷ χειμῶνι, κἀκεῖ αὐτοῦ διάγοντος καὶ τὰ τοῦ πολέμου τρακταΐζοντος, συνέβη ἐξαίφνης τὴν ὄψιν αὐτοῦ εἰς τὰ ὀπίσω στραφῆναι. καὶ πολλῶν ἰατρῶν ἀκολουθούντων τῷ αὐτῷ βασιλεῖ καὶ μηδὲν αὐτὸν ὠφελησάντων, ἐκελεύσθησαν οἱ τῆς χώρας ἰατροὶ εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὡς εἰδότες τοὺς ἀέρας τῆς ἑαυτῶν χώρας. ἐν οἷς εἰσῆλθε καὶ ὁ ἐπιστάτης τῶν ἁγίων Κοσμᾶ καὶ ∆αμιανοῦ πρὸς τὸν βασιλέα, καὶ συνεισῆλθαν ἅμα αὐτῷ οἱ ἅγιοι. καὶ μηδὲν δυνηθέντων τῶν ἰατρῶν ὠφελῆσαι τὸν βασιλέα Καρῖνον, οἱ ἅγιοι Κοσμᾶς καὶ ∆αμιανὸς λαθραίως διελέχθησάν τισι τῶν μεγιστάνων τοῦ βασιλέως ἵνα ἰάσωνται αὐτόν. καὶ εἰσηνέχθησαν οἱ ἅγιοι τῷ βασιλεῖ ἐν νυκτὶ καὶ αὐτοὶ ἰάσαντο αὐτὸν διὰ τῆς ἰδίας προσευχῆς. καὶ ἐπίστευσεν αὐτοῖς, λέγων ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσί. καὶ ὑγιάνας καὶ ἀποκατασταθεὶς ὡς ἦν τὸ πρῴην εἶχεν αὐτοὺς ἐν τιμῇ καὶ πάντες οἱ μεγιστᾶνες αὐτοῦ. παρακληθεὶς δὲ παρ' αὐτῶν τῶν ἁγίων, ἐποίησεν εὐθέως θείαν αὐτοῦ διάταξιν εἰς πᾶσαν τὴν Ῥωμαϊκὴν πολιτείαν, ὥστε μηδένα τῶν λεγομένων χριστιανῶν ὑπομεῖναί τι κακόν, μήτε δὲ κωλύεσθαι θρησκεύειν ὡς βούλονται. Ὁ δὲ ἐπιστάτης αὐτῶν εἰσαχθεὶς ἀπὸ τῶν ἄλλων ἀξιωματικῶν ἰατρῶν τῶν ἀκολουθούντων τῷ αὐτῷ βασιλεῖ, καὶ ἑωρακὼς τὴν πρὸς τοὺς ἁγίους ἀγάπην, ἣν εἶχεν ὁ βασιλεὺς πρὸς αὐτούς, 306 φθονῶν αὐτοῖς ἐκαρτέρησε. καὶ μετὰ τὸ ἐξελθεῖν τὸν αὐτὸν βασιλέα Καρῖνον ἐκ τῶν Κυρηστικῶν εἰς τὰ Περσικὰ δόλῳ ὁ ἐπιστάτης τῶν ἁγίων Κοσμᾶ καὶ ∆αμιανοῦ λαβὼν αὐτοὺς μετὰ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ἐν τοῖς ὄρεσιν ἐκρήμνισεν αὐτούς, ὡς ὄντας ἐκ τοῦ δόγματος τῶν χριστιανῶν, καὶ οὕτως οἱ δίκαιοι ἐτελειώθησαν. Ἐν δὲ τῷ μέσῳ χρόνῳ τοῦ πολέμου ὁ αὐτὸς Καρῖνος τελευτᾷ ἰδίῳ θανάτῳ, ὢν ἐνιαυτῶν λβʹ. Μετὰ δὲ τὴν βασιλείαν Καρίνου ἐβασίλευσε ∆ιοκλητιανὸς ἔτη κʹ καὶ μῆνας θʹ. ἦν δὲ μακρός, λεπτός, ξήροψις, ὁλοπόλιος τὴν κάραν καὶ τὸ γένειον, λευκὸς τῷ σώματι, γλαυκός, παχύρινος, ὑπόκυρτος, μεγαλόψυχος πάνυ καὶ φιλοκτίστης. ἀνηγορεύθη δὲ βασιλεὺς ἐπὶ τῆς ὑπατείας Βάσσου καὶ Κυντιανοῦ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐγένετο σκότος μέγα πᾶσαν τὴν ἡμέραν· μετὰ δὲ τρία ἔτη τῆς βασιλείας αὐτοῦ ἐποίησε Καίσαρα τὸν υἱὸν αὐτοῦ Μαξιμιανὸν τὸν καὶ Ἑρκουλλιανόν. τῶν δὲ Περσῶν κινησάντων ὁπλισάμενος ὁ ∆ιοκλητιανὸς ἐπεστράτευσεν ἅμα τῷ Μαξιμιανῷ. καὶ φθασάντων τῶν αὐτῶν Ἀντιόχειαν τὴν μεγάλην, ἔπεμψεν ὁ αὐτὸς ∆ιοκλητιανὸς Μαξιμιανὸν τὸν Καίσαρα κατὰ Περσῶν καὶ ἔμεινεν ὁ αὐτὸς ∆ιοκλητιανὸς ἐν Ἀντιοχείᾳ. καὶ ἔκτισεν ἐκεῖ