1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

96

Αὐρηλιανὸς ἄλλον πόλεμον· καὶ ὑπὸ τοῦ ἰδίου στρατοῦ ἐδολοφονήθη ἐν τόπῳ καλουμένῳ Καινῷ Φρουρίῳ, ὡς κακῶς στρατηγήσας τὸν στρατόν. καὶ τελευτᾷ ὢν ἐνιαυτῶν ξαʹ. Μετὰ δὲ τὴν βασιλείαν Αὐρηλιανοῦ ἐβασίλευσε Τάκιτος Αὔγουστος μῆνας ζʹ. ἦν δὲ διμοιριαῖος, λεπτός, ὑποφάλακρος, ἐλλόγιμος, κονδόθριξ, ὁλοπόλιος, λεπτόρινος, φρόνιμος. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀνεφάνη Μανιχαῖός τις ὀνόματι Κέρδων, δογματίζων καὶ διδάσκων καὶ συνάγων ὄχλους. ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Τακίτου ἐγένετο πόλεμος ἐν τῇ Ποντικῇ· καὶ κατῆλθεν ὁ αὐτὸς βασιλεὺς πολεμῶν, καὶ ἐσφάγη ἐν Ζταννικῇ τῆς Πόντου ὢν ἐνιαυτῶν οεʹ. Μετὰ δὲ τὴν βασιλείαν Τακίτου ἐβασίλευσε Φλωριανὸς Αὔγουστος μῆνας βʹ. ἦν δὲ κονδοειδής, παχύς, ἀναφάλας, λευκός, οἰνοπαὴς τοὺς ὀφθαλμούς, ὑπόσιμος, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, πάνυ δὲ δριμύτατος. ἐπεστράτευσε δὲ κατὰ 302 Περσῶν, καὶ ὡς κατέρχεται ἐν Ταρσῷ, ἐσφάγη ὑπὸ τῶν ἰδίων, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Φλωριανοῦ ἐβασίλευσεν Ἤλιος Πρόβος ἔτη γʹ καὶ μῆνας γʹ. ἦν δὲ διμοιριαῖος, προγάστωρ, ἁπλόθριξ, ἀσσόκουρος, δασυπώγων, μελάγχρους, πυῤῥακής, εὐόφθαλμος, σοφὸς πάνυ· ἐφίλει δὲ τὸ Πράσινον μέρος. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐπεκόσμησεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ λεγόμενον Μουσεῖον, καὶ τὸ ἐν αὐτῷ Νυμφαῖον τὸ σιγματοειδές, γράψας ἐν αὐτῷ διὰ μουσαρίου τὸν Ὠκεανόν. ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τὰς σιτήσεις τῆς αὐτῆς πόλεως Ἀντιοχείας ἐκ τοῦ δημοσίου ἔταξεν, ἵνα δωρεὰν παιδεύωσι διὰ θείας αὐτοῦ προστάξεως θεσπίσας. Ὁ δὲ αὐτὸς βασιλεὺς Πρόβος ἐπολέμησε τοῖς Γότθοις ἐν τῷ Σιρμίῳ· καὶ ἐν τῷ πολεμεῖν αὐτὸν ἐγένετο λιμὸς κοσμικὸς μέγας, καὶ μὴ εὑρεθέντων ἀναλωμάτων ἐστασίασεν ὁ στρατός· καὶ ἐπελθόντες ἔσφαξαν αὐτὸν ἐν τῷ Σιρμίῳ ὄντα ἐνιαυτῶν νʹ. Μετὰ δὲ τὴν βασιλείαν Πρόβου ἐβασίλευσεν ὁ θειότατος Κᾶρος ἔτη βʹ. ἦν δὲ κονδοειδής, εὔστηθος, λευκός, ἁπλόθριξ, μιξοπόλιος, ὑπόγλαυκος, πλάτοψις, εὔρινος, παχύχειλος, ὑπερήφανος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ὑπέταξε χώραν, ἥντινα ἐκάλεσε Καρίαν, ποιήσας αὐτὴν ἐπαρχίαν. ἐπεστράτευσε δὲ κατὰ Περσῶν, καὶ εἰσελθὼν παρέλαβε τὰ Περσικὰ μέρη ἕως Κτησιφῶντος πόλεως, καὶ ὑπέστρεψεν. ἐτείχισε δὲ ἐν τῷ λιμίτῳ 303 κάστρον, ὅπερ ἐποίησε πόλιν, δοὺς αὐτῇ καὶ δίκαιον πόλεως, ὃ ἐκάλεσεν εἰς ἴδιον ὄνομα Κάρας. ὑποστρέψας δὲ ἐν Ῥώμῃ, ἐξῆλθεν ἐν ἄλλῳ πολέμῳ Οὕννους, καὶ ἐσφάγη ἐπὶ τῆς ὑπατείας Μαξίμου καὶ Ἰανουαρίου, ὢν ἐτῶν ξʹ ἥμισυ. Μετὰ δὲ τὴν βασιλείαν Κάρου ἐβασίλευσε Νουμεριανὸς Αὔγουστος ἔτη δύο. ἦν δὲ μακρός, λεπτός, ἁπλόθριξ, μάκροψις, λεπτοχαράκτηρος, εὐπώγων, μιξοπόλιος, εὔρινος, εὐόφθαλμος, μελάγχροος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας διωγμὸς χριστιανῶν μέγας ἐγένετο· ἐν οἷς ἐμαρτύρησεν ὁ ἅγιος Γεώργιος ὁ Καππάδοξ καὶ ὁ ἅγιος Βαβυλᾶς· ἦν γὰρ ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης. καὶ κατέφθασεν ὁ αὐτὸς βασιλεὺς Νουμεριανός, ἀπιὼν πολεμῆσαι κατὰ Περσῶν. καὶ θέλων κατασκοπῆσαι τῶν χριστιανῶν τὰ θεῖα μυστήρια, ἐβουλήθη εἰσελθεῖν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ὅπου συνήγοντο οἱ χριστιανοί, εἰς τὸ θεάσασθαι τί ἐστιν ἃ ποιοῦσι μυστήρια, ἀκούσας ὅτι κρυπτόμενοι τελοῦσι τὰς λειτουργίας αὐτῶν οἱ αὐτοὶ Γαλιλαῖοι. καὶ ἐλθὼν πλησίον ἐξαίφνης ὑπηντήθη ὑπὸ τοῦ ἁγίου Βαβυλᾶ· καὶ ἐκώλυσεν αὐτόν, λέγων αὐτῷ ὅτι Μεμιαμμένος ὑπάρχεις ἐκ τῶν θυσιῶν τῶν εἰδώλων· καὶ οὐ συγχωρῶ σοι ἰδεῖν μυστήρια θεοῦ ζῶντος. καὶ ἀγανακτήσας ὁ βασιλεὺς Νουμεριανὸς ἐφόνευσεν αὐτὸν εὐθέως. καὶ ἐξῆλθεν ἀπὸ Ἀντιοχείας, καὶ ἐπεστράτευσε κατὰ Περσῶν· ἐν τῷ δὲ συγκροῦσαι αὐτὸν τὸν πόλεμον ἐπετέθησαν αὐτῷ οἱ Πέρσαι, καὶ 304 ἀνεῖλαν τὸ πολὺ πλῆθος τῆς βοηθείας αὐτοῦ, καὶ ἔφυγεν ἐν Κάραις τῇ πόλει· καὶ φοσσεύσαντες οἱ Πέρσαι παρέλαβον αὐτὸν αἰχμάλωτον, καὶ εὐθέως ἐφόνευσαν αὐτόν· καὶ ἐκδείραντες τὸ δέρμα αὐτοῦ ἐποίησαν ἀσκόν, καὶ