1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

118

366 ἐξαίφνης ἦλθεν ἐν τῇ Ῥώμῃ πόλει μετὰ πλήθους καὶ παρέλαβε τὴν Ῥώμην, καὶ ἐφόνευσε τὸν Μάξιμον βασιλέα καὶ πάντας ἀπώλεσε, πραιδεύσας πάντα τὰ τοῦ παλατίου ἕως τῶν χαλκουργημάτων, λαβὼν αἰχμαλώτους τοὺς περιλειφθέντας συγκλητικοὺς καὶ τὰς γυναῖκας αὐτῶν, ἐν οἷς ἔλαβε καὶ τὴν προτρεψαμένην αὐτὸν τὴν δέσποιναν Εὐδοξίαν καὶ τὴν θυγατέρα αὐτῆς Πλακιδίαν τὴν γυναῖκα τοῦ πατρικίου Ὀλυβρίου, αὐτοῦ διάγοντος ἐν Κωνσταντινουπόλει, καὶ Εὐδοκίαν δὲ τὴν παρθένον αἰχμαλώτους· καὶ ἀπήγαγε πάντας ἐν τῇ Ἀφρικῇ, ἐν Καρταγένῃ πόλει. ὅστις Ζινζίριχος εὐθέως ἐξέδωκε τῷ ἰδίῳ αὐτοῦ υἱῷ Ὁνωρίχῳ τὴν θυγατέρα Εὐδοξίας τῆς δεσποίνης τὴν παρθένον Εὐδοκίαν τὴν μικράν· καὶ εἶχεν αὐτὰς ἐν τιμῇ μεθ' ἑαυτοῦ. Ὁ δὲ βασιλεὺς Θεοδόσιος μαθὼν ὅτι κατὰ γνώμην Εὐδοξίας τῆς αὑτοῦ θυγατρὸς προεδόθη ἡ Ῥώμη, ἐλυπήθη πρὸς αὐτὴν καὶ εἴασεν αὐτὴν ἐν τῇ Ἀφρικῇ παρὰ Ζινζιρίχῳ μηδὲν αὐτῷ δηλώσας, ἀλλὰ ποιήσας πρόκενσον ἐξῆλθεν ἀπὸ Κωνσταντινουπόλεως εἰς Ἔφεσον, πόλιν τῆς Ἀσίας· καὶ ηὔξατο εἰς τὸν ἅγιον Ἰωάννην τὸνθεολόγον αἰτῶν αὐτὸν τίς ἄρα μετ' αὐτὸν βασιλεύει; καὶ ἐν ὁράματι ἔμαθε· καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει. μετὰ δὲ ὀλίγον καιρὸν ἐξῆλθεν ἱππασθῆναι· καὶ ἐν τῷ ἱππάζεσθαι αὐτὸν συνέπεσεν ἐκ τοῦ ἵππου· καὶ πληγεὶς τὸν σφόνδυλον αὐτοῦ εἰσῆλθε λεκτικίῳ. καὶ καλέσας τὴν ἀδελφὴν αὐτοῦ τὴν δέσποιναν Πουλ 367 χερίαν εἶπεν αὐτῇ διὰ Μαρκιανὸν τὸν ἔχοντα μετ' αὐτὸν βασιλεῦσαι. καὶ μεταστειλάμενος Μαρκιανὸν τὸν ἀπὸ τριβούνων εἶπεν αὐτῷ ἐπὶ Ἄσπαρος καὶ τῶν συγκλητικῶν πάντων ὅτι Ἐφάνη μοι, ὅτι σὲ δεῖ γενέσθαι βασιλέα μετ' ἐμέ. καὶ μεθ' ἡμέρας δύο τελευτᾷ ὁ αὐτὸς Θεοδόσιος, ὢν ἐνιαυτῶν ναʹ. Μετὰ δὲ τὴν βασιλείαν τοῦ αὐτοῦ Θεοδοσίου ἐβασίλευσεν ἀπὸ τῆς συγκλήτου στεφθεὶς ὁ θειότατος Μαρκιανός· ἦν δὲ μακρός, ἁπλόθριξ, πολιός, στυφόμενος τοὺς πόδας, ἔτους κατὰ Ἀντιόχειαν υςθʹ, ἰνδικτιῶνος δʹ. ἢ μόνον δὲ ἐβασίλευσεν, ἐγάμησε τὴν ἀδελφὴν Θεοδοσίου τοῦ βασιλέως τὴν δέσποιναν Πουλχερίαν, οὖσαν παρθένον ἐνιαυτῶν νδʹ. ἐβασίλευσε δὲ ἔτη ςʹ καὶ μῆνας εʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ λεγομένη Τρίπολις τῆς Φοινίκης παράλου μηνὶ γορπιαίῳ ἐν νυκτί. καὶ ἀνήγειρε τὸ δημόσιον τὸ θερινὸν πεσόντα τὸ λεγόμενον ὁ Ἴκαρος. ἦν γὰρ ἐν αὐτῷ χαλκουργήματα δύο, ἅτινα καὶ αὐτά εἰσι τῶν θεαμάτων, ὁ Ἴκαρος καὶ ὁ ∆αίδαλος καὶ ὁ Βελλεροφὼν καὶ ὁ Πήγασος ἵππος. καὶ τὸ Φακίδιον δὲ ἀνενέωσε καὶ ἄλλα φανερὰ τῆς πόλεως αὐτῆς σὺν τῷ ἀγωγῷ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας προσεκαλέσατο τὴν σύνοδον Χαλκηδόνος τῶν χλʹ ἐπισκόπων. 368 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεδόθησαν αἱ δέσποιναι Εὐδοξία καὶ Πλακιδία, καὶ ἦλθον ἐν Κωνσταντινουπόλει· καὶ ἔλαβεν Ὀλύβριος τὴν γυναῖκα αὐτοῦ Πλακιδίαν· καὶ ἔτεκεν Ἰουλιάναν εἰς τὸ Βυζάντιον. Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ Χρυσάφιον τὸν Ζτουμμὰν τὸν κουβικουλάριον ἀπεκεφάλισε καὶ ἐδήμευσε, τὸν φιλούμενον παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως, ὡς πολλοὺς ἐπηρεάσαντα προσελθόντας κατ' αὐτοῦ καὶ ὡς προστάτην καὶ πάτρωνα τῶν Πρασίνων. Ὁ δὲ αὐτὸς Μαρκιανὸς ἔδωκε τὴν θυγατέρα αὐτοῦ τὴν ἀπὸ προτέρας γαμετῆς Ἀνθιμίῳ· καὶ ἐποίησεν αὐτὸν βασιλέα ἐν τῇ Ῥώμῃ· ἐξ ἧς ἔσχε θυγατέρα Ἀνθίμιος ἣν ἐξέδωκε τῷ στρατηλάτῃ Ῥεκίμερ. Ὁ δὲ αὐτὸς Μαρκιανὸς ἔχαιρε τῷ Βενέτῳ μέρει κατὰ πόλιν· ὅστις καὶ διάταξιν αὐτοῦ θείαν ἐξεφώνησε, ταραχῆς γενομένης παρὰ τῶν τοῦ Πρασίνου μέρους, μὴ πολιτεύεσθαι Πρασίνους ἐκέλευσε μήτε στρατεύεσθαι ἐπὶ ἔτη τρία. καὶ ὀργισθεὶς διὰ τὴν ταραχὴν ἐστύφθη τοὺς πόδας αὐτοῦ· καὶ ἐξ αὐτοῦ ἀῤῥωστήσας ἐπὶ μῆνας πέντε καὶ σαπεὶς ἐτελεύτα, ὢν ἐνιαυτῶν ξεʹ. Πουλχερία δὲ ἡ δέσποινα ἐτελεύτα πρὸ αὐτοῦ πρὸ ἐνιαυτῶν δύο. 369 Μετὰ δὲ τὴν βασιλείαν Μαρκιανοῦ ἐστέφθη ὑπὸ τῆς συγκλήτου ὁ θειότατος Λέων ὁ μέγας ὁ Βέσσος ἔτη ιςʹ καὶ μῆνας ιαʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐβασίλευσεν ἐν Ῥώμῃ Ἀνθίμιος ὁ ὑπὸ