1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

74

φιλανθρωπία καὶ αἱ λοιπαὶ τῶν ἀρετῶν πασῶν περιστέφουσι τὴν ὑμετέραν θείαν κορυφήν. ὅθεν κἀγὼ ταῦτα εἰδυῖα ἧκον σὺν ἀγαθαῖς ταῖς ἐλπίσι πάντως τῶν αἰτουμένων τευξομένη. τίς δὲ ἡ τοῦ παρόντος προοιμίου κρηπὶς προϊὼν ὁ λόγος σε διδάξει. ἐκ παιδόθεν ληφθεῖσα πάθει αἱμοῤῥοίας ὀχετῶν εἰς ἰατροὺς κατανάλωσά μου τὸν βίον καὶ τὸν πλοῦτον, καὶ ἴασιν οὐχ ηὗρον. 238 ἀκηκουῗα δὲ τοῦ θαυμαζομένου Χριστοῦ τὰ ἰάματα, ὃς νεκροὺς ἐξανίστησι καὶ τυφλοὺς πάλιν εἰς φάος ἕλκων καὶ δαίμονας ἐκ βροτῶν ἀπελαύνων καὶ πάντας τοὺς ἐν νόσοις μαραινομένους λόγῳ θεραπεύει, πρὸς αὐτὸν οὖν κἀγὼ ὡς πρὸς θεὸν ἔδραμον. καὶ προσεσχηκυῖα τὸ περιέχον αὐτὸν πλῆθος, δειλιάσασα δὲ ἐξειπεῖν αὐτῷ καὶ τὴν ἀήττητόν μου νόσον, μή πως τὸν μολυσμὸν τοῦ πάθους ἀποστρεφόμενος ὀργισθῇ κατ' ἐμοῦ καὶ πλέον μοι ἐπέλθῃ ἡ πληγὴ τῆς νόσου, κατ' ἐμαυτὴν ἐλογισάμην ὅτι εἰ δυνηθείην ἅψασθαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, πάντως ἰαθήσομαι· καὶ λάθρᾳ εἰς τὸ περὶ αὐτὸν εἰσδύνασα πλῆθος ἐσύλησα τὴν ἴασιν, τοῦ κρασπέδου αὐτοῦ ἁψαμένη· καὶ σταλείσης μου τῆς πηγῆς τοῦ αἵματος γέγονα παραχρῆμα ὑγιής. αὐτὸς δὲ μᾶλλον, ὡς προγνοὺς τῆς ἐμῆς καρδίας τὸ βούλευμα, ἀνέκραξε, Τίς μου ἥψατο; δύναμις γὰρ ἐξῆλθεν ἀπ' ἐμοῦ. ἐγὼ δὲ ὠχριῶσα καὶ στένουσα, τὴν νόσον θρασυτέραν ὑποστρέφειν ἐπ' ἐμὲ λογιζομένη, προσπεσοῦσα αὐτῷ τὴν γῆν ἐπλήρωσα δακρύων, τὴν τόλμαν ἐξειποῦσα. ὁ δὲ ὡς ἀγαθὸς σπλαγχνισθεὶς ἐπ' ἐμοὶ ἐπεσφράγισέ μοι τὴν ἴασιν, εἰρηκώς, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πο 239 ρεύου εἰς εἰρήνην. οὕτως καὶ ὑμεῖς, σεβαστοί, τὴν δέησιν ὀξεῖαν τῇ δεομένῃ παράσχετε . Ὁ δὲ βασιλεὺς Ἡρώδης ἀκηκοὼς ταῦτα διὰ τῆς δεήσεως ἐξεπλάγη διὰ τὸ θαῦμα· καὶ φοβηθεὶς τὸ μυστήριον τῆς ἰάσεως εἶπεν, Αὕτη ἡ εἰς σὲ γενομένη ἴασις, ὦ γύναι, μείζονος στήλης ἐστὶν ἀξία. πορευθεῖσα τοίνυν οἵαν βούλει ἀνάστησον αὐτῷ στήλην, προθέσει δοξάζουσα τὸν ἰασάμενον. Καὶ εὐθέως ἡ αὐτὴ Βερονίκη, ἡ πρῴην αἱμόῤῥους, ἐν μέσῳ τῆς ἰδίας αὐτῆς πόλεως Πανεάδος ἀνέστησε τῷ κυρίῳ ἡμῶν καὶ θεῷ Ἰησοῦ Χριστῷ στήλην χαλκῆν ἐκ χαλκοῦ θερμηλάτου, συμμίξασα βραχύ τι μέρος χρυσοῦ καὶ ἀργύρου. ἥτις στήλη μένει ἐν Πανεάδι πόλει ἕως τῆς νῦν, πρὸ πολλοῦ χρόνου μετενεχθεῖσα ἀφ' οὗ ἵστατο ἐν μέσῳ τῆς πόλεως τόπου εἰς ἅγιον εὐκτήριον οἶκον. ὅπερ ὑπόμνημα ηὗρον ἐν τῇ αὐτῇ Πανεάδι πόλει παρὰ Βάσσῳ τινί, γενομένῳ ἀπὸ Ἰουδαίων χριστιανῷ. ἐν οἷς ὑπῆρχεν ὁ βίος πάντων τῶν βασιλέων τῶν βασιλευσάντων πρῴην τῆς Ἰουδαϊκῆς χώρας. Ὁ δὲ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ Φιλίππου γενόμενος ἐμπληθὴς ἐκρίνετο ἐπὶ μῆνας ηʹ. καὶ ἐσφάγη ἐν τῷ κουβικλείῳ 240 αὐτοῦ μετὰ τοὺς ηʹ μῆνας συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καθὼς ὁ σοφώτατος Κλήμης συνεγράψατο. Τῷ δὲ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Τιβερίου Καίσαρος καὶ μηνὶ τῷ ζʹ, γενόμενος ἐνιαυτῶν περί που λγʹ ὁ Ἰησοῦς Χριστός, ὁ θεὸς ἡμῶν, παρεδόθη ὑπὸ Ἰούδα Ἰσκαριώτου, μαθητοῦ αὐτοῦ, ὁ αὐτὸς κύριος καὶ σωτὴρ ἡμῶν, μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κγʹ, τῆς σελήνης ἐχούσης ἡμέραν ιγʹ· ἦν δὲ ἡμέρα πέμπτη, ὥρα νυκτερινὴ πέμπτη. καὶ ἀπηνέχθη πρὸς τὸν Καϊάφαν ἀρχιερέα, κἀκεῖθεν ἐξεδόθη Ποντίῳ Πιλάτῳ ἡγεμόνι· καὶ εὐθέως ἡ γυνὴ τοῦ αὐτοῦ Πιλάτου Πρόκλα ἐδήλωσεν αὐτῷ, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. καὶ γνόντες τοῦτο οἱ Ἰουδαῖοι, ἐστασίαζον κράζοντες, Ἄρον, ἄρον, σταύρωσον αὐτόν. καὶ ἐσταυρώθη κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῇ πρὸ ηʹ καλανδῶν ἀπριλλίων, μηνὶ μαρτίῳ κδʹ, τῆς σελήνης ἐχούσης ἡμέραν ιδʹ· ἦν δὲ ἡμερινὴ ὥρα ἕκτη, τῆς ἡμέρας οὔσης παρασκευῆς. καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἦν εἰς τὸν κόσμον σκότος· περὶ οὗ σκότους συνεγράψατο ὁ σοφώτατος Φλέγων ὁ Ἀθηναῖος εἰς τὴν ἰδίαν αὐτοῦ συγγραφὴν ταῦτα. Τῷ